Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Luke : Chapter 10

Luke 1
Luke 2
Luke 3
Luke 4
Luke 5
Luke 6
Luke 7
Luke 8
Luke 9
Luke 10
Luke 11
Luke 12
Luke 13
Luke 14
Luke 15
Luke 16
Luke 17
Luke 18
Luke 19
Luke 20
Luke 21
Luke 22
Luke 23
Luke 24

Luke 10

1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος καὶ {NA καὶ ἑτέρους ἑβδομήκοντα > ἑτέρους ἑβδομήκοντα [δύο] } ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ {NA ἀνὰ δύο > ἀνὰ δύο [δύο] } δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν {NA ἔμελλεν > ἤμελλεν } αὐτὸς ἔρχεσθαι. 2 Ἔλεγεν οὖν {NA οὖν πρὸς > δὲ πρὸς } πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ {NA ἐκβάλῃ ἐργάτας > ἐργάτας ἐκβάλῃ } ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. 3 Ὑπάγετε· ἰδού, ἐγὼ {NA ἐγὼ > - } ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4 Μὴ βαστάζετε βαλάντιον, {NA βαλάντιον > βαλλάντιον } μὴ πήραν, μηδὲ {NA μηδὲ > μὴ } ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5 Εἰς ἣν δ’ ἂν οἰκίαν {NA οἰκίαν εἰσέρχησθε > εἰσέλθητε οἰκίαν } εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6 Καὶ ἐὰν ᾖ {NA ᾖ ἐκεῖ > ἐκεῖ ᾖ } ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται {NA ἐπαναπαύσεται > ἐπαναπαήσεται } ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, {NA μήγε > μή γε } ἐφ’ ὑμᾶς ἀνακάμψει. 7 Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστίν. {NA ἐστίν > - } Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8 Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 10 Εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε, {NA εἰσέρχησθε > εἰσέλθητε } καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα {NA ἀπομασσόμεθα > εἰς τοὺς πόδας ἀπομασσόμεθα } ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ’ {NA ἐφ’ ὑμᾶς > - } ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 12 Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ. 13 Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο {NA ἐγένοντο > ἐγενήθησαν } αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι {NA καθήμεναι > καθήμενοι } μετενόησαν. 14 Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. 15 Καὶ σύ, Καπερναούμ, {NA Καπερναούμ ἡ > Καφαρναούμ μὴ } ἡ ἕως τοῦ {NA τοῦ οὐρανοῦ ὑψωθεῖσα > οὐρανοῦ ὑψωθήσῃ } οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου {NA ᾍδου καταβιβασθήσῃ > τοῦ ᾍδου καταβήσῃ } καταβιβασθήσῃ. 16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 ¶Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ {NA ἑβδομήκοντα > ἑβδομήκοντα [δύο] } χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 Ἰδού, δίδωμι {NA δίδωμι > δέδωκα } ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη {NA ἐγράφη > ἐγγέγραπται } ἐν τοῖς οὐρανοῖς. 21 ¶Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ {NA τῷ πνεύματι > [ἐν] τῷ πνεύματι τῷ ἁγίῳ } πνεύματι ὁ Ἰησοῦς, {NA ὁ Ἰησοῦς > - } καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο {NA ἐγένετο εὐδοκία > εὐδοκία ἐγένετο } εὐδοκία ἔμπροσθέν σου. 22 Καὶ {NA Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν > - } στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· {NA εἶδον > εἶδαν } καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. 25 ¶Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, καὶ {NA καὶ λέγων > λέγων } λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 Ὁ δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις; 27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐξ ὅλης τῆς {NA τῆς καρδίας > [τῆς] καρδίας } καρδίας σου, καὶ ἐξ {NA ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας > ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ } ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 Εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ. 29 Ὁ δὲ θέλων δικαιοῦν {NA δικαιοῦν > δικαιῶσαι } ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον; 30 Ὑπολαβὼν δὲ {NA δὲ > - } ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. {NA τυγχάνοντα > - } 31 Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32 Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος {NA γενόμενος > [γενόμενος] } κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρείτης {NA Σαμαρείτης > Σαμαρίτης } δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτόν, καὶ ἰδὼν αὐτὸν {NA αὐτὸν ἐσπλαγχνίσθη > ἐσπλαγχνίσθη } ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. 35 Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, {NA ἐξελθών > - } ἐκβαλὼν δύο {NA δύο δηνάρια ἔδωκεν > ἔδωκεν δύο δηνάρια } δηνάρια ἔδωκεν τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ, {NA αὐτῷ > - } Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 Τίς οὖν {NA οὖν > - } τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. Εἶπεν οὖν {NA οὖν > δὲ } αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως. 38 ¶Ἐγένετο {NA Ἐγένετο δὲ ἐν > Ἐν δὲ } δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, καὶ {NA καὶ > - } αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς {NA εἰς τὸν οἶκον αὐτῆς > - } τὸν οἶκον αὐτῆς. 39 Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, {NA Μαρία ἣ > Μαριάμ [ἣ] } ἣ καὶ παρακαθίσασα {NA παρακαθίσασα παρὰ > παρακαθεσθεῖσα πρὸς } παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ {NA Ἰησοῦ > κυρίου } ἤκουεν τὸν λόγον αὐτοῦ. 40 Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν {NA κατέλειπεν > κατέλιπεν } διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς, {NA Ἰησοῦς > κύριος } Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ {NA τυρβάζῃ > θορυβάζῃ } περὶ πολλά· 42 ἑνὸς δέ ἐστιν χρεία· Μαρία {NA Μαρία δὲ > Μαριὰμ γὰρ } δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ {NA ἀπ’ > - } αὐτῆς.