Rev 10
1
Καὶ εἶδον ἄγγελον
{NA ἄγγελον > ἄλλον ἄγγελον } ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς
αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός·
2
καὶ ἔχων
{Byz ἔχων > εἶχεν } ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον
{Byz βιβλίον > βιβλιδάριον }
{NA βιβλίον ἀνεῳγμένον > βιβλαρίδιον ἠνεῳγμένον } ἀνεῳγμένον· καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον
ἐπὶ τῆς γῆς,
3
καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ
τὰς ἑαυτῶν φωνάς.
4
Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον
{NA ἔμελλον > ἤμελλον } γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ
βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.
5
Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ
τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
6
καὶ ὤμοσεν
{Byz ὤμοσεν > ὤμοσεν ἐν } τῷ
{NA τῷ > ἐν τῷ } ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν
γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·
7
ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη
{Byz ἐτελέσθη > τελεσθῇ } τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς δούλους
{NA δούλους αὐτοῦ > ἑαυτοῦ δούλους } αὐτοῦ τοὺς προφήτας.
8
Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα
{NA λαλοῦσα > λαλοῦσαν } μετ’ ἐμοῦ, καὶ λέγουσα,
{NA λέγουσα > λέγουσαν } Ὕπαγε, λάβε τὸ βιβλιδάριον
{NA βιβλιδάριον > βιβλίον } τὸ ἀνεῳγμένον
{NA ἀνεῳγμένον > ἠνεῳγμένον } ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
9
Καὶ ἀπῆλθον
{NA ἀπῆλθον > ἀπῆλθα } πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί
{Byz αὐτῷ δοῦναί > αὐτῷ, Δός } μοι τὸ βιβλιδάριον.
{NA βιβλιδάριον > βιβλαρίδιον } Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί
σου ἔσται γλυκὺ ὡς μέλι.
10
Καὶ ἔλαβον τὸ βιβλίον
{Byz βιβλίον > βιβλιδάριον }
{NA βιβλίον > βιβλαρίδιον } ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι,
γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11
Καὶ λέγουσίν
{Byz λέγουσίν > λέγει } μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἐπὶ
{NA ἐπὶ ἔθνεσιν > ἔθνεσιν } ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.