Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Romans : Chapter 10

Rom 1
Rom 2
Rom 3
Rom 4
Rom 5
Rom 6
Rom 7
Rom 8
Rom 9
Rom 10
Rom 11
Rom 12
Rom 13
Rom 14
Rom 15
Rom 16

Rom 10

1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ {NA ἡ πρὸς > πρὸς } πρὸς τὸν θεὸν ὑπὲρ τοῦ {NA τοῦ Ἰσραήλ ἐστιν > αὐτῶν } Ἰσραήλ ἐστιν εἰς σωτηρίαν. 2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. 3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην {NA δικαιοσύνην ζητοῦντες > [δικαιοσύνην] ζητοῦντες } ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. 4 Τέλος γὰρ νόμου χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ {NA τοῦ > [τοῦ] } νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. 6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;- τοῦτ’ ἔστιν χριστὸν καταγαγεῖν- 7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;- τοῦτ’ ἔστιν χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· 9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. 14 Πῶς οὖν ἐπικαλέσονται {NA ἐπικαλέσονται > ἐπικαλέσωνται } εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν {NA πιστεύσουσιν > πιστεύσωσιν } οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν {NA ἀκούσουσιν > ἀκούσωσιν } χωρὶς κηρύσσοντος; 15 Πῶς δὲ κηρύξουσιν {NA κηρύξουσιν > κηρύξωσιν } ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν {NA τῶν εὐαγγελιζομένων εἰρήνην > - } εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ {NA τὰ > [τὰ] } ἀγαθά. 16 ¶Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ. {NA θεοῦ > χριστοῦ } 18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 Ἀλλὰ λέγω, μὴ οὐκ {NA οὐκ ἔγνω Ἰσραήλ > Ἰσραὴλ οὐκ ἔγνω } ἔγνω Ἰσραήλ; Πρῶτος Μωϋσῆς λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ {NA ἐπὶ > ἐπ’ } ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέθην τοῖς {NA Εὑρέθην > Εὑρέθην [ἐν] } ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. 21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.