Mark 10
1
Κἀκεῖθεν
{NA Κἀκεῖθεν > Καὶ ἐκεῖθεν } ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ
{NA διὰ τοῦ > [καὶ] } τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει,
πάλιν ἐδίδασκεν αὐτούς.
2
Καὶ προσελθόντες Φαρισαῖοι
{Byz Φαρισαῖοι > οἱ Φαρισαῖοι } ἐπηρώτησαν
{NA ἐπηρώτησαν > ἐπηρώτων } αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς;
{NA Μωσῆς > Μωϋσῆς }
4
Οἱ δὲ εἶπον,
{NA εἶπον Μωσῆς ἐπέτρεψεν > εἶπαν Ἐπέτρεψεν Μωϋσῆς } Μωσῆς ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι.
5
Καὶ
{NA Καὶ ἀποκριθεὶς ὁ > Ὁ δὲ } ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν
ταύτην·
6
ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ
{NA ὁ θεός > - } θεός.
7
Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ
{NA καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ > [καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα
αὐτοῦ] }
προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,
8
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ.
9
Ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10
Καὶ ἐν
{NA ἐν τῇ οἰκίᾳ > εἰς τὴν οἰκίαν } τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ
{NA αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν > περὶ τούτου ἐπηρώτων } περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν.
11
Καὶ λέγει αὐτοῖς, Ὃς ἐὰν
{NA ἐὰν > ἂν } ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν·
12
καὶ ἐὰν γυνὴ
{NA γυνὴ ἀπολύσῃ > αὐτὴ ἀπολύσασα } ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ
{NA καὶ γαμηθῇ ἄλλῳ > γαμήσῃ ἄλλον } γαμηθῇ ἄλλῳ, μοιχᾶται.
13
¶Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται
{NA ἅψηται αὐτῶν > αὐτῶν ἅψηται } αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων
{NA ἐπετίμων τοῖς προσφέρουσιν > ἐπετίμησαν αὐτοῖς } τοῖς προσφέρουσιν.
14
Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με·
μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
15
Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν
{NA ἐὰν > ἂν } μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
16
Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς
{NA τιθεὶς > κατευλόγει τιθεὶς } τὰς χεῖρας ἐπ’ αὐτά, εὐλόγει
{NA εὐλόγει αὐτά > - } αὐτά.
17
¶Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν,
Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
18
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.
19
Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς,
{NA μοιχεύσῃς μὴ φονεύσῃς > φονεύσῃς μὴ μοιχεύσῃς } μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ
τὴν μητέρα.
20
Ὁ δὲ ἀποκριθεὶς
{NA ἀποκριθεὶς εἶπεν > ἔφη } εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
21
Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοι
{NA σοι > σε } ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς,
{NA πτωχοῖς > [τοῖς] πτωχοῖς } καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας
{NA ἄρας τὸν σταυρόν > - } τὸν σταυρόν.
22
Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23
¶Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα
ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.
24
Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει
αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς
{NA τοὺς πεποιθότας ἐπὶ χρήμασιν > - } πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
25
Εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς
{NA τῆς τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν > [τῆς] τρυμαλιᾶς [τῆς] ῥαφίδος διελθεῖν } τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
26
Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι;
27
Ἐμβλέψας δὲ
{NA δὲ > - } αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ’ οὐ παρὰ θεῷ· πάντα γὰρ δυνατά
ἐστιν
{NA ἐστιν > - } παρὰ τῷ θεῷ.
28
Ἤρξατο ὁ
{NA ὁ Πέτρος λέγειν > λέγειν ὁ Πέτρος } Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν
{NA ἠκολουθήσαμέν > ἠκολουθήκαμέν } σοι.
29
Ἀποκριθεὶς
{Byz Ἀποκριθεὶς > Ἀποκριθεὶς δὲ }
{NA Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν > Ἔφη ὁ Ἰησοῦς } ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς,
ἢ πατέρα,
{NA πατέρα ἢ μητέρα ἢ γυναῖκα > μητέρα ἢ πατέρα } ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
{Byz ἕνεκεν τοῦ > τοῦ }
30
ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς
καὶ μητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ
{Byz καὶ ἔσχατοι > καὶ οἱ ἔσχατοι }
{NA καὶ ἔσχατοι > καὶ [οἱ] ἔσχατοι } ἔσχατοι πρῶτοι.
32
¶Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ
ἐθαμβοῦντο, καὶ
{NA καὶ ἀκολουθοῦντες > οἱ δὲ ἀκολουθοῦντες } ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ
μέλλοντα αὐτῷ συμβαίνειν·
33
ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν
καὶ γραμματεῦσιν,
{NA γραμματεῦσιν > τοῖς γραμματεῦσιν } καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν,
34
καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν
{NA μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ > ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν
αὐτόν }
αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν·
{NA αὐτόν καὶ τῇ τρίτῃ ἡμέρᾳ > καὶ μετὰ τρεῖς ἡμέρας } καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
35
¶Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες,
{NA λέγοντες > λέγοντες αὐτῷ } Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν,
{NA αἰτήσωμεν > αἰτήσωμέν σε } ποιήσῃς ἡμῖν.
36
Ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε ποιῆσαί
{NA ποιῆσαί με > [με] ποιήσω } με ὑμῖν;
37
Οἱ δὲ εἶπον
{NA εἶπον > εἶπαν } αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς ἐκ
{NA ἐκ δεξιῶν σου > σου ἐκ δεξιῶν } δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων
{NA εὐωνύμων σου > ἀριστερῶν } σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
38
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ
πίνω, καὶ
{NA καὶ > ἢ } τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39
Οἱ δὲ εἶπον
{NA εἶπον > εἶπαν } αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ μὲν
{NA μὲν > - } ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
40
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ
{NA καὶ > ἢ } ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
41
Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42
Ὁ
{NA Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς > Καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς } δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν
ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
43
Οὐχ οὕτως δὲ ἔσται
{NA ἔσται ἐν > ἐστιν ἐν } ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν
{NA ἐὰν θέλῃ γενέσθαι μέγας > ἂν θέλῃ μέγας γενέσθαι } θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος·
44
καὶ ὃς ἐὰν
{NA ἐὰν θέλῃ ὑμῶν γενέσθαι > ἂν θέλῃ ἐν ὑμῖν εἶναι } θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος.
45
Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν
ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46
¶Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ,
καὶ ὄχλου ἱκανοῦ, υἱὸς
{NA υἱὸς > ὁ υἱὸς } Τιμαίου Βαρτίμαιος ὁ
{NA ὁ τυφλὸς > τυφλὸς προσαίτης } τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
{NA προσαιτῶν > - }
47
Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός
{NA Ναζωραῖός > Ναζαρηνός } ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Ὁ
{NA Ὁ υἱὸς > Υἱὲ } υἱὸς Δαυίδ, Ἰησοῦ, ἐλέησόν με.
48
Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν
με.
49
Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν
{NA αὐτὸν φωνηθῆναι > Φωνήσατε αὐτόν } φωνηθῆναι· καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· ἔγειραι,
{NA ἔγειραι > ἔγειρε } φωνεῖ σε.
50
Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς
{NA ἀναστὰς > ἀναπηδήσας } ἦλθεν πρὸς τὸν Ἰησοῦν.
51
Καὶ ἀποκριθεὶς λέγει
{NA λέγει αὐτῷ ὁ Ἰησοῦς > αὐτῷ ὁ Ἰησοῦς εἶπεν } αὐτῷ ὁ Ἰησοῦς, Τί θέλεις
{NA θέλεις ποιήσω σοί > σοι θέλεις ποιήσω } ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω.
52
Ὁ
{NA Ὁ δὲ > Καὶ ὁ } δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέν σε. Καὶ εὐθέως
{NA εὐθέως > εὐθὺς } ἀνέβλεψεν, καὶ ἠκολούθει τῷ
{NA τῷ Ἰησοῦ > αὐτῷ } Ἰησοῦ ἐν τῇ ὁδῷ.