1Cor 11
1
Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ χριστοῦ.
2
¶Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί,
{NA ἀδελφοί > - } ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
3
Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ χριστός ἐστιν· κεφαλὴ δὲ γυναικός,
ὁ ἀνήρ· κεφαλὴ δὲ χριστοῦ,
{NA χριστοῦ > τοῦ χριστοῦ } ὁ θεός.
4
Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.
5
Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν
ἑαυτῆς·
{NA ἑαυτῆς > αὐτῆς } ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
6
Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ
ξυρᾶσθαι, κατακαλυπτέσθω.
7
Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων·
γυνὴ
{NA γυνὴ > ἡ γυνὴ } δὲ δόξα ἀνδρός ἐστιν.
8
Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
9
καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα·
10
διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
11
Πλὴν οὔτε ἀνὴρ
{NA ἀνὴρ χωρὶς γυναικός οὔτε γυνὴ χωρὶς ἀνδρός > γυνὴ χωρὶς ἀνδρός οὔτε ἀνὴρ χωρὶς
γυναικός }
χωρὶς γυναικός, οὔτε γυνὴ χωρὶς ἀνδρός, ἐν κυρίῳ.
12
Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ
τοῦ θεοῦ.
13
Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι;
14
Ἢ
{NA Ἢ οὐδὲ αὐτὴ ἡ φύσις > Οὐδὲ ἡ φύσις αὐτὴ } οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστίν;
15
Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστίν. Ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται.
{NA δέδοται > δέδοται [αὐτῇ] }
16
Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι
τοῦ θεοῦ.
17
¶Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον
{NA κρεῖττον ἀλλ’ εἰς τὸ ἧττον > κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον } ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε.
18
Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ
μέρος τι πιστεύω.
19
Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ
{NA οἱ > [καὶ] οἱ } δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
20
Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν.
21
Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
22
Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε,
καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί ὑμῖν
{NA ὑμῖν εἴπω > εἴπω ὑμῖν } εἴπω; Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.
23
Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ
ᾗ παρεδίδοτο
{NA παρεδίδοτο > παρεδίδετο } ἔλαβεν ἄρτον,
24
καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν, Λάβετε,
{NA Λάβετε φάγετε > - } φάγετε· τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον·
{NA κλώμενον > - } τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
25
Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη
ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν
{NA ἂν > ἐὰν } πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
26
Ὁσάκις γὰρ ἂν
{NA ἂν ἐσθίητε > ἐὰν ἐσθίητε } ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο
{NA τοῦτο > - } πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε ἄχρι οὗ ἂν
{NA ἂν ἔλθῃ > ἔλθῃ } ἔλθῃ.
27
Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον
{NA τοῦτον > - } ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως
{NA ἀναξίως τοῦ κυρίου > ἀναξίως } τοῦ κυρίου, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
28
Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου
πινέτω.
29
Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως,
{NA ἀναξίως > - } κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ
{NA τοῦ κυρίου > - } κυρίου.
30
Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί.
31
Εἰ γὰρ
{NA γὰρ > δὲ } ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.
32
Κρινόμενοι δέ, ὑπὸ κυρίου
{NA κυρίου > [τοῦ] κυρίου } παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33
Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε.
34
Εἰ δέ
{NA δέ τις > τις } τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω,
διατάξομαι.