2Cor 11
1
Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ
{NA τῇ ἀφροσύνῃ > τι ἀφροσύνης } ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
2
Ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ
χριστῷ.
3
Φοβοῦμαι δὲ μήπως
{NA μήπως > μή πως } ὡς ὁ ὄφις Εὔαν
{NA Εὔαν ἐξηπάτησεν > ἐξηπάτησεν Εὕαν } ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτως
{NA οὕτως > - } φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς
{NA ἁπλότητος > ἁπλότητος [καὶ τῆς ἁγνότητος] } εἰς τὸν χριστόν.
4
Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε
ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.
{Byz ἠνείχεσθε > ἀνείχεσθε }
{NA ἠνείχεσθε > ἀνέχεσθε }
5
Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν
{NA ὑπὲρ λίαν > ὑπερλίαν } ἀποστόλων.
6
Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει· ἀλλ’ ἐν παντὶ φανερωθέντες
{NA φανερωθέντες > φανερώσαντες } ἐν πᾶσιν εἰς ὑμᾶς.
7
Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον
εὐηγγελισάμην ὑμῖν;
8
Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν·
9
καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός·
{NA οὐδενός > οὐθενός } τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ
ἀβαρῆ ὑμῖν
{NA ὑμῖν ἐμαυτὸν > ἐμαυτὸν ὑμῖν } ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω.
10
Ἔστιν ἀλήθεια χριστοῦ ἐν ἐμοί, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν
τῆς Ἀχαΐας.
11
Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ θεὸς οἶδεν.
12
Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται,
εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.
13
Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους χριστοῦ.
14
Καὶ οὐ θαυμαστόν·
{NA θαυμαστόν > θαῦμα } αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
15
Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν
τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
16
¶Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε,
{NA μήγε > μή γε } κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
17
Ὃ λαλῶ, οὐ λαλῶ
{NA λαλῶ κατὰ κύριον > κατὰ κύριον λαλῶ } κατὰ κύριον, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
18
Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν
{NA τὴν > - } σάρκα, κἀγὼ καυχήσομαι.
19
Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες.
20
Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται,
εἴ τις ὑμᾶς
{NA ὑμᾶς εἰς πρόσωπον > εἰς πρόσωπον ὑμᾶς } εἰς πρόσωπον δέρει.
21
Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν·
{NA ἠσθενήσαμεν > ἠσθενήκαμεν } ἐν ᾧ δ’ ἄν τις τολμᾷ- ἐν ἀφροσύνῃ λέγω- τολμῶ κἀγώ.
22
Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἀβραάμ εἰσιν; Κἀγώ.
23
Διάκονοι χριστοῦ εἰσιν;- παραφρονῶν λαλῶ- Ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς
{NA πληγαῖς ὑπερβαλλόντως ἐν φυλακαῖς περισσοτέρως > φυλακαῖς περισσοτέρως ἐν πληγαῖς
ὑπερβαλλόντως }
ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις,
24
ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα
{NA τεσσαράκοντα > τεσσεράκοντα } παρὰ μίαν ἔλαβον.
25
Τρὶς ἐραβδίσθην,
{NA ἐραβδίσθην > ἐρραβδίσθην } ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
26
ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις
ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις
ἐν ψευδαδέλφοις·
27
ἐν
{NA ἐν κόπῳ > κόπῳ } κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις,
ἐν ψύχει καὶ γυμνότητι.
28
Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς
{NA ἐπισύστασίς μου > ἐπίστασίς μοι } μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
29
Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
30
Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
31
Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ χριστοῦ
{NA χριστοῦ > - } οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
32
Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν
{NA Δαμασκηνῶν πόλιν > πόλιν Δαμασκηνῶν } πόλιν, πιάσαι με θέλων·
{NA θέλων > - }
33
καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.