Acts 11
1
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη
ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
2
Καὶ
{NA Καὶ ὅτε > Ὅτε δὲ } ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα,
{NA Ἱεροσόλυμα > Ἰερουσαλήμ } διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
3
λέγοντες ὅτι Πρὸς
{NA Πρὸς > Εἰσῆλθες πρὸς } ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες,
{NA εἰσῆλθες > - } καὶ συνέφαγες αὐτοῖς.
4
Ἀρξάμενος δὲ ὁ
{NA ὁ > - } Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,
5
Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός
τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
6
εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ
καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7
Ἤκουσα δὲ φωνῆς
{NA φωνῆς > καὶ φωνῆς } λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
8
Εἶπον δέ, Μηδαμῶς, κύριε· ὅτι πᾶν
{NA πᾶν > - } κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9
Ἀπεκρίθη δέ μοι
{NA μοι > - } φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.
10
Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν
{NA πάλιν ἀνεσπάσθη > ἀνεσπάσθη πάλιν } ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.
11
Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην,
{NA ἤμην > ἦμεν } ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12
Εἶπεν δέ μοι
{NA μοι τὸ πνεῦμα > τὸ πνεῦμά μοι } τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον.
{NA διακρινόμενον > διακρίναντα } Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·
13
ἀπήγγειλέν τε
{NA τε > δὲ } ἡμῖν πῶς εἶδεν τὸν
{NA τὸν ἄγγελον > [τὸν] ἄγγελον } ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντα αὐτῷ,
{NA αὐτῷ > - } Ἀπόστειλον εἰς Ἰόππην ἄνδρας,
{NA ἄνδρας > - } καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
14
ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15
Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ὥσπερ καὶ ἐφ’
ἡμᾶς ἐν ἀρχῇ.
16
Ἐμνήσθην δὲ τοῦ ῥήματος κυρίου,
{NA κυρίου > τοῦ κυρίου } ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17
Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν κύριον
Ἰησοῦν χριστόν, ἐγὼ δὲ
{NA δὲ > - } τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18
Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον
{NA ἐδόξαζον > ἐδόξασαν } τὸν θεόν, λέγοντες, Ἄρα γε
{NA Ἄρα γε > Ἄρα } καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ἔδωκεν
{NA ἔδωκεν εἰς ζωήν > εἰς ζωὴν ἔδωκεν } εἰς ζωήν.
19
¶Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης
καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20
Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες
{NA εἰσελθόντες > ἐλθόντες } εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς
{NA πρὸς > καὶ πρὸς } τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
21
Καὶ ἦν χεὶρ κυρίου μετ’ αὐτῶν· πολύς τε ἀριθμὸς πιστεύσας
{NA πιστεύσας > ὁ πιστεύσας } ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
22
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν
{NA ἐν Ἱεροσολύμοις > οὔσης ἐν Ἰερουσαλὴμ } Ἱεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν {NA27/28 διελθεῖν > [διελθεῖν]
}
{ECM διελθεῖν > - } ἕως Ἀντιοχείας·
23
ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ
{NA τοῦ > [τὴν] τοῦ } θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ·
24
ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς
τῷ κυρίῳ.
25
Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ὁ
{NA ὁ Βαρνάβας > - } Βαρνάβας ἀναζητῆσαι Σαῦλον,
26
καὶ εὑρὼν ἤγαγεν αὐτὸν
{NA αὐτὸν > - } εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺς
{NA αὐτοὺς > αὐτοῖς καὶ } ἐνιαυτὸν ὅλον συναχθῆναι τῇ
{NA τῇ > ἐν τῇ } ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον
{NA πρῶτον > πρώτως } ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27
¶Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
28
Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μέγαν
{NA μέγαν > μεγάλην } μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις
{NA ὅστις καὶ > ἥτις } καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.
{NA Καίσαρος > - }
29
Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς
κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30
ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.