Matt 11
1
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν
τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
2
¶Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ, πέμψας δύο
{NA δύο > διὰ } τῶν μαθητῶν αὐτοῦ,
3
εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
4
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ
βλέπετε·
5
τυφλοὶ ἀναβλέπουσιν, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν,
νεκροὶ
{NA νεκροὶ > καὶ νεκροὶ } ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται·
6
καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
7
Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, Τί ἐξήλθετε
{NA ἐξήλθετε > ἐξήλθατε } εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
8
Ἀλλὰ τί ἐξήλθετε
{NA ἐξήλθετε > ἐξήλθατε } ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις
{NA ἱματίοις > - } ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων
{Byz βασιλείων > βασιλέων }
{NA βασιλείων > βασιλέων } εἰσίν.
9
Ἀλλὰ τί ἐξήλθετε
{NA ἐξήλθετε > ἐξήλθατε } ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
10
Οὗτος γάρ
{NA γάρ > - } ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς
κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
11
Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ·
ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
12
Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται,
καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
13
Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν·
{NA προεφήτευσαν > ἐπροφήτευσαν }
14
καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.
15
Ὁ ἔχων ὦτα ἀκούειν
{NA ἀκούειν > - } ἀκουέτω.
16
Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν παιδίοις ἐν
{NA ἐν ἀγοραῖς καθημένοις καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν > καθημένοις ἐν ταῖς
ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις }
ἀγοραῖς
{Byz ἀγοραῖς > ἀγορᾷ } καθημένοις, καὶ προσφωνοῦσιν τοῖς ἑταίροις
{Byz ἑταίροις > ἑτέροις } αὐτῶν,
17
καὶ
{NA καὶ λέγουσιν > λέγουσιν } λέγουσιν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν,
{NA ἐθρηνήσαμεν ὑμῖν > ἐθρηνήσαμεν } καὶ οὐκ ἐκόψασθε.
18
Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, Δαιμόνιον ἔχει.
19
Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ
οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων
{NA τέκνων > ἔργων } αὐτῆς.
20
¶Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι
οὐ μετενόησαν.
21
Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά,
{Byz Βηθσαϊδά > Βηθσαϊδάν } ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν
σάκκῳ καὶ σποδῷ μετενόησαν.
22
Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν.
23
Καὶ σύ, Καπερναούμ,
{NA Καπερναούμ ἡ > Καφαρναούμ μὴ } ἡ ἕως τοῦ
{NA τοῦ > - } οὐρανοῦ ὑψωθεῖσα,
{Byz ὑψωθεῖσα > ὑψωθῇς }
{NA ὑψωθεῖσα > ὑψωθήσῃ } ἕως ᾍδου καταβιβασθήσῃ·
{NA καταβιβασθήσῃ > καταβήσῃ } ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο
{NA ἐγένοντο > ἐγενήθησαν } αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν
{NA ἔμειναν > ἔμεινεν } ἂν μέχρι τῆς σήμερον.
24
Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.
25
¶Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ
οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας
{NA ἀπέκρυψας > ἔκρυψας } ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
26
Ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο
{NA ἐγένετο εὐδοκία > εὐδοκία ἐγένετο } εὐδοκία ἔμπροσθέν σου.
27
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ·
οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
28
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
29
Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός
{NA πρᾷός > πραΰς } εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
30
Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.