2Cor 12
1
Καυχᾶσθαι δὴ
{NA δὴ οὐ συμφέρει μοι > δεῖ οὐ συμφέρον μέν } οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ
{NA γὰρ > δὲ } εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου.
2
Οἶδα ἄνθρωπον ἐν χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων- εἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς
τοῦ σώματος οὐκ οἶδα· ὁ θεὸς οἶδεν- ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
3
Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον- εἴτε ἐν σώματι, εἴτε ἐκτὸς
{NA ἐκτὸς > χωρὶς } τοῦ σώματος, οὐκ οἶδα· ὁ θεὸς οἶδεν-
4
ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
5
Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις
μου·
{NA μου > - }
6
ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις
εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι
{NA τι > [τι] } ἐξ ἐμοῦ.
7
Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα
{NA ἀποκαλύψεων ἵνα > ἀποκαλύψεων. Διὸ ἵνα } μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν,
{NA Σατᾶν > Σατανᾶ } ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.
8
Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ.
9
Καὶ εἴρηκέν μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου
{NA μου ἐν > ἐν } ἐν ἀσθενείᾳ τελειοῦται.
{NA τελειοῦται > τελεῖται } Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις
τοῦ χριστοῦ.
10
Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν
{NA ἐν στενοχωρίαις > καὶ στενοχωρίαις } στενοχωρίαις, ὑπὲρ χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11
¶Γέγονα ἄφρων καυχώμενος·
{NA καυχώμενος > - } ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν
ὑπὲρ λίαν
{NA ὑπὲρ λίαν > ὑπερλίαν } ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
12
Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν
{NA ἐν σημείοις > σημείοις τε } σημείοις καὶ τέρασιν καὶ δυνάμεσιν.
13
Τί γάρ ἐστιν ὃ ἡττήθητε
{NA ἡττήθητε > ἡσσώθητε } ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι
τὴν ἀδικίαν ταύτην.
14
¶Ἰδού, τρίτον ἑτοίμως
{NA ἑτοίμως > τοῦτο ἑτοίμως } ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν·
{NA ὑμῶν οὐ > οὐ } οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν,
ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } οἱ γονεῖς τοῖς τέκνοις.
15
Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ
{NA εἰ καὶ > εἰ } καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν,
{NA ἀγαπῶν ἧττον > ἀγαπῶ[ν] ἧσσον } ἧττον ἀγαπῶμαι.
16
Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον.
17
Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
18
Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ
τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19
¶Πάλιν
{NA Πάλιν > Πάλαι } δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατενώπιον
{NA Κατενώπιον τοῦ > Κατέναντι } τοῦ θεοῦ ἐν χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
20
Φοβοῦμαι γάρ, μήπως
{NA μήπως ἐλθὼν > μή πως ἐλθὼν } ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως
{NA μήπως ἔρεις ζῆλοι > μή πως ἔρις ζῆλος } ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·
21
μὴ πάλιν ἐλθόντα
{NA ἐλθόντα με ταπεινώσει > ἐλθόντος μου ταπεινώσῃ με } με ταπεινώσει
{Byz ταπεινώσει > ταπεινώσῃ } ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων
ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.