Acts 12

1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 Ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. {NA μαχαίρᾳ > μαχαίρῃ } 3 Καὶ {NA Καὶ ἰδὼν > Ἰδὼν δὲ } ἰδὼν ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον- ἦσαν δὲ αἱ {NA αἱ > [αἱ] } ἡμέραι τῶν ἀζύμων- 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς {NA ἐκτενὴς > ἐκτενῶς } γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ὑπὲρ {NA ὑπὲρ > περὶ } αὐτοῦ. 6 Ὅτε δὲ ἔμελλεν {NA ἔμελλεν > ἤμελλεν } αὐτὸν {NA αὐτὸν προάγειν > προαγαγεῖν αὐτὸν } προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 Καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον {NA ἐξέπεσον > ἐξέπεσαν } αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 Εἶπέν τε {NA τε > δὲ } ὁ ἄγγελος πρὸς αὐτόν, Περίζωσαι {NA Περίζωσαι > Ζῶσαι } καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. 9 Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· {NA αὐτῷ > - } καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον {NA ἦλθον > ἦλθαν } ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη {NA ἠνοίχθη > ἠνοίγη } αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. 11 Καὶ ὁ Πέτρος, γενόμενος {NA γενόμενος ἐν ἑαυτῷ > ἐν ἑαυτῷ γενόμενος } ἐν ἑαυτῷ, εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν κύριος {NA27/28 κύριος > [ὁ] κύριος } τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό {NA ἐξείλετό > ἐξείλατό } με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. 12 Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας {NA Μαρίας > τῆς Μαρίας } τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. 13 Κρούσαντος δὲ τοῦ {NA τοῦ Πέτρου > αὐτοῦ } Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. 14 Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 Οἱ δὲ πρὸς αὐτὴν εἶπον, {NA εἶπον > εἶπαν } Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, Ὁ ἄγγελος αὐτοῦ {NA αὐτοῦ ἐστιν > ἐστιν αὐτοῦ } ἐστιν. 16 Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδον {NA εἶδον > εἶδαν } αὐτόν, καὶ ἐξέστησαν. 17 Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς {NA αὐτοῖς πῶς > [αὐτοῖς] πῶς } πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπεν {NA Εἶπεν δέ > Εἶπέν τε } δέ, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. 18 Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. 19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν {NA τὴν > - } Καισάρειαν διέτριβεν. 20 ¶Ἦν δὲ ὁ {NA ὁ Ἡρῴδης > - } Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. 21 Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν, καὶ {NA καὶ > [καὶ] } καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. 22 Ὁ δὲ δῆμος ἐπεφώνει, Φωνὴ {Byz Φωνὴ θεοῦ > Θεοῦ φωνὴ } {NA Φωνὴ θεοῦ > Θεοῦ φωνὴ } θεοῦ καὶ οὐκ ἀνθρώπου. 23 Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου, ἀνθ’ ὧν οὐκ ἔδωκεν δόξαν {NA δόξαν > τὴν δόξαν } τῷ θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν. 24 ¶Ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο. 25 ¶Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς {Byz εἰς > ἀπὸ } Ἱερουσαλήμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ {NA καὶ Ἰωάννην > Ἰωάννην } Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.