Luke 12
1
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν
πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν
{NA τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις > ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων } Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
2
Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
3
Ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε
ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων
{NA ἀποκτενόντων > ἀποκτεινόντων } τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5
Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐξουσίαν
{NA ἐξουσίαν ἔχοντα > ἔχοντα ἐξουσίαν } ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6
Οὐχὶ πέντε στρουθία πωλεῖται
{NA πωλεῖται > πωλοῦνται } ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.
7
Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν
{NA οὖν > - } φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8
Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου
ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
9
ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
10
Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον
πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11
Ὅταν δὲ προσφέρωσιν
{NA προσφέρωσιν > εἰσφέρωσιν } ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε
{NA μεριμνᾶτε > μεριμνήσητε } πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε·
12
τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.
13
¶Εἶπεν δέ τις αὐτῷ
{NA αὐτῷ ἐκ τοῦ ὄχλου > ἐκ τοῦ ὄχλου αὐτῷ } ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν.
14
Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν δικαστὴν
{NA δικαστὴν > κριτὴν } ἢ μεριστὴν ἐφ’ ὑμᾶς;
15
Εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς
{NA τῆς > πάσης } πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτῷ
{NA αὐτῷ > αὐτοῦ } ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
{NA αὐτοῦ > αὐτῷ }
16
Εἶπεν δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
17
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18
Καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω
ἐκεῖ πάντα τὰ
{NA τὰ γενήματά μου > τὸν σῖτον } γενήματά μου καὶ τὰ ἀγαθά μου.
19
Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε,
πίε, εὐφραίνου.
20
Εἶπεν δὲ αὐτῷ ὁ θεός, Ἄφρον,
{NA Ἄφρον > Ἄφρων } ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
21
Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς θεὸν πλουτῶν.
22
¶Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ,
{NA αὐτοῦ > [αὐτοῦ] } Διὰ τοῦτο ὑμῖν
{NA ὑμῖν λέγω > λέγω ὑμῖν } λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,
{NA ὑμῶν > - } τί φάγητε· μηδὲ τῷ σώματι, τί ἐνδύσησθε.
23
Ἡ ψυχὴ
{NA ψυχὴ > γὰρ ψυχὴ } πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
24
Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον
οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25
Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι
{Byz προσθεῖναι > προσθῆναι }
{NA προσθεῖναι ἐπὶ > ἐπὶ } ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν
{NA πῆχυν ἕνα > προσθεῖναι πῆχυν } ἕνα;
26
Εἰ οὖν οὔτε
{NA οὔτε > οὐδὲ } ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27
Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν
ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28
Εἰ δὲ τὸν
{NA τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα > ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον } χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ θεὸς οὕτως
ἀμφιέννυσιν,
{NA ἀμφιέννυσιν > ἀμφιέζει } πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29
Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, ἢ
{NA ἢ > καὶ } τί πίητε· καὶ μὴ μετεωρίζεσθε.
30
Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ·
{NA ἐπιζητεῖ > ἐπιζητοῦσιν } ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
31
Πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ
{NA τοῦ θεοῦ καὶ ταῦτα πάντα > αὐτοῦ καὶ ταῦτα } θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
32
Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33
Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια
{NA βαλάντια > βαλλάντια } μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει,
οὐδὲ σὴς διαφθείρει·
34
ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35
¶Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι·
36
καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων,
ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.
37
Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν
ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38
Καὶ
{NA Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ > Κἂν ἐν τῇ δευτέρᾳ κἂν } ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί
εἰσιν οἱ
{NA οἱ δοῦλοι > - } δοῦλοι ἐκεῖνοι.
39
Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν
{NA ἐγρηγόρησεν ἄν καὶ > - } ἄν, καὶ οὐκ ἂν ἀφῆκεν διορυγῆναι
{NA διορυγῆναι > διορυχθῆναι } τὸν οἶκον αὐτοῦ.
40
Καὶ ὑμεῖς οὖν
{NA οὖν > - } γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41
¶Εἶπεν δὲ αὐτῷ
{NA αὐτῷ > - } ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;
42
Εἶπεν
{NA Εἶπεν δὲ > Καὶ εἶπεν } δὲ ὁ κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ
{NA καὶ φρόνιμος > ὁ φρόνιμος } φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ
{NA τὸ > [τὸ] } σιτομέτριον;
43
Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
44
Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45
Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ
ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι·
46
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47
Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ,
{NA ἑαυτοῦ > αὐτοῦ } καὶ μὴ ἑτοιμάσας μηδὲ
{NA μηδὲ > ἢ } ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
48
ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ
ζητηθήσεται παρ’ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49
¶Πῦρ ἦλθον βαλεῖν εἰς
{NA εἰς > ἐπὶ } τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
50
Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ
{NA οὗ > ὅτου } τελεσθῇ.
51
Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν.
52
Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ
{NA οἴκῳ ἑνὶ > ἑνὶ οἴκῳ } ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσίν, καὶ δύο ἐπὶ τρισίν.
53
Διαμερισθήσεται
{NA Διαμερισθήσεται > Διαμερισθήσονται } πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶ θυγατρί,
{NA θυγατρί > τὴν θυγατέρα } καὶ θυγάτηρ ἐπὶ μητρί·
{NA μητρί > τὴν μητέρα } πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.
{NA πενθερὰν αὐτῆς > πενθεράν }
54
Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε τὴν
{NA τὴν > [τὴν] } νεφέλην ἀνατέλλουσαν ἀπὸ
{NA ἀπὸ > ἐπὶ } δυσμῶν, εὐθέως λέγετε, Ὄμβρος
{NA Ὄμβρος > ὅτι Ὄμβρος } ἔρχεται· καὶ γίνεται οὕτως.
55
Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ γίνεται.
56
Ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν· τὸν δὲ
{NA δὲ καιρὸν > καιρὸν δὲ } καιρὸν τοῦτον πῶς οὐ
{NA οὐ δοκιμάζετε > οὐκ οἴδατε δοκιμάζειν } δοκιμάζετε;
57
Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58
Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι
ἀπ’ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ
{NA παραδῷ > παραδώσει } τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλῃ
{NA βάλῃ > βαλεῖ } εἰς φυλακήν.
59
Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ
{NA οὗ καὶ τὸν > καὶ τὸ } καὶ τὸν ἔσχατον λεπτὸν ἀποδῷς.