Mark 12
1
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν,
{NA λέγειν > λαλεῖν } Ἀμπελῶνα ἐφύτευσεν
{NA ἐφύτευσεν ἄνθρωπος > ἄνθρωπος ἐφύτευσεν } ἄνθρωπος, καὶ περιέθηκεν φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον, καὶ
ἐξέδοτο
{NA ἐξέδοτο > ἐξέδετο } αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
2
Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ
{NA τοῦ καρποῦ > τῶν καρπῶν } καρποῦ τοῦ ἀμπελῶνος.
3
Οἱ
{NA Οἱ δὲ > Καὶ } δὲ λαβόντες αὐτὸν ἔδειραν, καὶ ἀπέστειλαν κενόν.
4
Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες
{NA λιθοβολήσαντες > - } ἐκεφαλαίωσαν,
{NA ἐκεφαλαίωσαν > ἐκεφαλίωσαν } καὶ ἀπέστειλαν
{NA ἀπέστειλαν ἠτιμωμένον > ἠτίμασαν } ἠτιμωμένον.
5
Καὶ πάλιν
{NA πάλιν > - } ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς
{NA τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες > οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες
}
μὲν δέροντες, τοὺς δὲ ἀποκτένοντες.
6
Ἔτι οὖν
{NA οὖν > - } ἕνα υἱὸν
{NA υἱὸν ἔχων > εἶχεν υἱὸν } ἔχων ἀγαπητὸν αὐτοῦ,
{NA αὐτοῦ > - } ἀπέστειλεν καὶ
{NA καὶ > - } αὐτὸν πρὸς
{NA πρὸς αὐτοὺς ἔσχατον > ἔσχατον πρὸς αὐτούς } αὐτοὺς ἔσχατον, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.
7
Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον
{NA εἶπον πρὸς ἑαυτοὺς > πρὸς ἑαυτοὺς εἶπαν } πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται
ἡ κληρονομία.
8
Καὶ λαβόντες αὐτὸν
{NA αὐτὸν ἀπέκτειναν > ἀπέκτειναν αὐτόν } ἀπέκτειναν, καὶ ἐξέβαλον
{NA ἐξέβαλον > ἐξέβαλον αὐτὸν } ἔξω τοῦ ἀμπελῶνος.
9
Τί οὖν
{NA οὖν > [οὖν] } ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν
ἀμπελῶνα ἄλλοις.
10
Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη
εἰς κεφαλὴν γωνίας·
11
παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12
Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς
τὴν παραβολὴν εἶπεν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13
¶Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν
λόγῳ.
14
Οἱ
{NA Οἱ δὲ ἐλθόντες > Καὶ ἐλθόντες } δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ
οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ
διδάσκεις. Ἔξεστιν κῆνσον
{NA κῆνσον Καίσαρι δοῦναι > δοῦναι κῆνσον Καίσαρι } Καίσαρι δοῦναι, ἢ οὔ;
15
Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ
μοι δηνάριον, ἵνα ἴδω.
16
Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον
{NA εἶπον > εἶπαν } αὐτῷ, Καίσαρος.
17
Καὶ
{NA Καὶ ἀποκριθεὶς ὁ > Ὁ δὲ } ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀπόδοτε
{NA Ἀπόδοτε τὰ Καίσαρος > Τὰ Καίσαρος ἀπόδοτε } τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Καὶ ἐθαύμασαν
{NA ἐθαύμασαν > ἐξεθαύμαζον } ἐπ’ αὐτῷ.
18
¶Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν
{NA ἐπηρώτησαν > ἐπηρώτων } αὐτόν, λέγοντες,
19
Διδάσκαλε, Μωσῆς
{NA Μωσῆς > Μωϋσῆς } ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα
{NA τέκνα μὴ ἀφῇ > μὴ ἀφῇ τέκνον } μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ,
{NA αὐτοῦ καὶ > καὶ } καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20
Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·
21
καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, καὶ
{NA καὶ οὐδὲ αὐτὸς ἀφῆκεν > μὴ καταλιπὼν } οὐδὲ αὐτὸς ἀφῆκεν σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως.
22
Καὶ ἔλαβον
{NA ἔλαβον αὐτὴν > - } αὐτὴν οἱ ἑπτά, καὶ οὐκ
{NA καὶ οὐκ > οὐκ } ἀφῆκαν σπέρμα. Ἐσχάτη
{NA Ἐσχάτη > Ἔσχατον } πάντων ἀπέθανεν
{NA ἀπέθανεν καὶ ἡ γυνή > καὶ ἡ γυνὴ ἀπέθανεν } καὶ ἡ γυνή.
23
Ἐν τῇ ἀναστάσει, ὅταν
{NA ὅταν ἀναστῶσιν > [ὅταν ἀναστῶσιν] } ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24
Καὶ
{NA Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς > Ἔφη αὐτοῖς ὁ Ἰησοῦς } ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ
τὴν δύναμιν τοῦ θεοῦ;
25
Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται,
{NA γαμίσκονται > γαμίζονται } ἀλλ’ εἰσὶν ὡς ἄγγελοι οἱ
{NA οἱ > - } ἐν τοῖς οὐρανοῖς.
26
Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως,
{Byz Μωσέως > Μωϋσέως }
{NA Μωσέως > Μωϋσέως } ἐπὶ τοῦ βάτου, ὡς
{NA ὡς > πῶς } εἶπεν αὐτῷ ὁ θεός, λέγων, Ἐγὼ ὁ θεὸς Ἀβραάμ, καὶ ὁ
{NA ὁ θεὸς Ἰσαάκ > [ὁ] θεὸς Ἰσαάκ } θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ;
{NA ὁ θεὸς Ἰακώβ > [ὁ] θεὸς Ἰακώβ }
27
Οὐκ ἔστιν ὁ
{NA ὁ > - } θεὸς νεκρῶν, ἀλλὰ θεὸς
{NA θεὸς ζώντων > ζώντων } ζώντων· ὑμεῖς
{NA ὑμεῖς οὖν > - } οὖν πολὺ πλανᾶσθε.
28
¶Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς
{NA εἰδὼς > ἰδὼν } ὅτι καλῶς αὐτοῖς
{NA αὐτοῖς ἀπεκρίθη > ἀπεκρίθη αὐτοῖς } ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν πρώτη
{NA πρώτη πάντων ἐντολή > ἐντολὴ πρώτη πάντων } πάντων ἐντολή;
29
Ὁ
{NA Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ > Ἀπεκρίθη ὁ Ἰησοῦς } δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη πάντων
{NA πάντων τῶν ἐντολῶν > ἐστίν } τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν, κύριος εἷς ἐστίν·
30
καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη
{NA Αὕτη πρώτη ἐντολή > - } πρώτη ἐντολή.
31
Καὶ
{NA Καὶ δευτέρα ὁμοία > Δευτέρα } δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ
οὐκ ἔστιν.
32
Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπας
{NA εἶπας > εἶπες } ὅτι εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
33
καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς
ψυχῆς,
{NA ψυχῆς καὶ ἐξ ὅλης τῆς > - } καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν
{NA πλεῖόν > περισσότερόν } ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
34
Καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν
{NA αὐτὸν ὅτι > [αὐτὸν] ὅτι } ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς
οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35
¶Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι
ὁ χριστὸς υἱός ἐστιν
{NA ἐστιν Δαυίδ > Δαυίδ ἐστιν } Δαυίδ;
36
Αὐτὸς γὰρ
{NA γὰρ > - } Δαυὶδ εἶπεν ἐν πνεύματι
{NA πνεύματι ἁγίῳ > τῷ πνεύματι τῷ ἁγίῳ } ἁγίῳ, Λέγει
{NA Λέγει ὁ > Εἶπεν } ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον
{NA ὑποπόδιον > ὑποκάτω } τῶν ποδῶν σου.
37
Αὐτὸς οὖν
{NA οὖν > - } Δαυὶδ λέγει αὐτὸν κύριον· καὶ πόθεν υἱὸς
{NA υἱὸς αὐτοῦ ἐστιν > αὐτοῦ ἐστιν υἱός } αὐτοῦ ἐστιν; Καὶ ὁ
{NA ὁ > [ὁ] } πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38
¶Καὶ ἔλεγεν
{NA ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ > ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν } αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν,
καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
39
καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
40
οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται
{NA λήψονται > λήμψονται } περισσότερον κρίμα.
41
¶Καὶ καθίσας ὁ
{NA ὁ Ἰησοῦς > - } Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον·
καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά.
42
Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
43
Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει
{NA λέγει > εἶπεν } αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν
{NA βέβληκεν > ἔβαλεν } τῶν βαλλόντων
{Byz βαλλόντων > βαλόντων } εἰς τὸ γαζοφυλάκιον·
44
πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα
ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.