Leviticus 12
1 
               
               καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 
               2 
               
               λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς γυνή ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας κατὰ
                  τὰς ἡμέρας τοῦ  χωρισμοῦ τῆς  ἀφέδρου αὐτῆς ἀκάθαρτος ἔσται 
                  
               3 
               
               καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ 
               4 
               
               καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ  ἁγιαστήριον οὐκ εἰσελεύσεται
                  ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι  καθάρσεως αὐτῆς 
                  
               5 
               
               ἐὰν δὲ θῆλυ τέκῃ καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν  ἄφεδρον καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ
                  αὐτῆς 
                  
               6 
               
               καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι  καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρί προσοίσει ἀμνὸν  ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ
                  νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα 
                  
               7 
               
               καὶ προσοίσει ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς οὗτος ὁ
                  νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ 
                  
               8 
               
               ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν μίαν εἰς ὁλοκαύτωμα
                  καὶ μίαν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς καὶ καθαρισθήσεται