Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 12

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 12

1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα· 2 καὶ ἐν γαστρὶ ἔχουσα, ἔκραζεν {NA ἔκραζεν > καὶ κράζει } ὠδίνουσα, καὶ βασανιζομένη τεκεῖν. 3 Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού, δράκων πυρὸς {Byz πυρὸς μέγας > μέγας πυρός = μέγας πυρρός = πυρρὸς μέγας } {NA πυρὸς μέγας > μέγας πυρρός } μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα. 4 Καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν· καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα, ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. 5 Καὶ ἔτεκεν υἱὸν ἄρρενα, {NA ἄρρενα > ἄρσεν } ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. 6 Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ {Byz ὑπὸ > ἀπὸ } {NA ὑπὸ > ἀπὸ } τοῦ θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιν {Byz ἐκτρέφωσιν > τρέφωσιν } {NA ἐκτρέφωσιν > τρέφωσιν } αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. 7 ¶Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ πολεμῆσαι {NA πολεμῆσαι > τοῦ πολεμῆσαι } μετὰ τοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησεν, καὶ οἱ ἄγγελοι αὐτοῦ, 8 καὶ οὐκ ἴσχυσεν, {Byz ἴσχυσεν > ἴσχυσαν } οὐδὲ τόπος εὑρέθη αὐτῷ {NA αὐτῷ > αὐτῶν } ἔτι ἐν τῷ οὐρανῷ. 9 Καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ Σατανᾶς, {NA Σατανᾶς > ὁ Σατανᾶς } ὁ πλανῶν τὴν οἰκουμένην ὅλην· ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν. 10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ, λέγουσαν, Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ· ὅτι ἐβλήθη ὁ κατήγορος {NA κατήγορος > κατήγωρ } τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν {NA αὐτῶν > αὐτοὺς } ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. 11 Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. 12 Διὰ τοῦτο εὐφραίνεσθε, οὐρανοὶ {Byz οὐρανοὶ > οἱ οὐρανοὶ } {NA οὐρανοὶ > [οἱ] οὐρανοὶ } καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶ τῇ {NA τῇ γῇ καὶ τῇ θαλάσσῃ > τὴν γῆν καὶ τὴν θάλασσαν } γῇ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. 13 ¶Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρρενα. {NA ἄρρενα > ἄρσενα } 14 Καὶ ἐδόθησαν τῇ γυναικὶ δύο {NA δύο > αἱ δύο } πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπως {NA ὅπως τρέφηται > ὅπου τρέφεται } τρέφηται ἐκεῖ καιρόν, καὶ καιρούς, καὶ ἥμισυ καιροῦ, ἀπὸ προσώπου τοῦ ὄφεως. 15 Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16 Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. 17 Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.