1Cor 13
1
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς
ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
2
Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω
πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν,
{NA μεθιστάνειν > μεθιστάναι } ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
3
Καὶ
{NA Καὶ ἐὰν ψωμίσω > Κἂν ψωμίσω } ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι,
{Byz καυθήσωμαι > καυθήσομαι }
{NA καυθήσωμαι > καυχήσωμαι } ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ
{NA ζηλοῖ ἡ ἀγάπη > ζηλοῖ [ἡ ἀγάπη] } ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
5
οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
6
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ,
7
πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8
Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει·
{NA ἐκπίπτει > πίπτει } εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
9
Ἐκ μέρους δὲ
{NA δὲ > γὰρ } γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν·
10
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε
{NA τότε > - } τὸ ἐκ μέρους καταργηθήσεται.
11
Ὅτε ἤμην νήπιος, ὡς
{NA ὡς νήπιος ἐλάλουν > ἐλάλουν ὡς νήπιος } νήπιος ἐλάλουν, ὡς
{NA ὡς νήπιος ἐφρόνουν > ἐφρόνουν ὡς νήπιος } νήπιος ἐφρόνουν, ὡς
{NA ὡς νήπιος ἐλογιζόμην > ἐλογιζόμην ὡς νήπιος } νήπιος ἐλογιζόμην· ὅτε δὲ
{NA δὲ > - } γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
12
Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι
γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
13
Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.