Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : John : Chapter 13

John 1
John 2
John 3
John 4
John 5
John 6
John 7
John 8
John 9
John 10
John 11
John 12
John 13
John 14
John 15
John 16
John 17
John 18
John 19
John 20
John 21

John 13

1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν {NA ἐλήλυθεν > ἦλθεν } αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2 Καὶ δείπνου γενομένου, {NA γενομένου > γινομένου } τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα {NA Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ > ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου } Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ, 3 εἰδὼς ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς ὅτι πάντα δέδωκεν {NA δέδωκεν > ἔδωκεν } αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5 Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ {NA καὶ λέγει αὐτῷ ἐκεῖνος > λέγει αὐτῷ } λέγει αὐτῷ ἐκεῖνος, Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 Λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς τοὺς {NA τοὺς πόδας μου > μου τοὺς πόδας } πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ {NA αὐτῷ ὁ Ἰησοῦς > Ἰησοῦς αὐτῷ } ὁ Ἰησοῦς, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9 Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὁ λελουμένος οὐ {NA οὐ χρείαν ἔχει ἢ > οὐκ ἔχει χρείαν εἰ μὴ } χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, Οὐχὶ {NA Οὐχὶ > ὅτι Οὐχὶ } πάντες καθαροί ἐστε. 12 ¶Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, καὶ {NA καὶ ἔλαβεν > [καὶ] ἔλαβεν } ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν {NA ἀναπεσὼν > καὶ ἀνέπεσεν } πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 Ὑμεῖς φωνεῖτέ με, Ὁ διδάσκαλος, καὶ Ὁ κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς {NA οὓς > τίνας } ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων μετ’ {NA μετ’ ἐμοῦ > μου } ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, ὅταν {NA ὅταν γένηται πιστεύσητε > πιστεύσητε ὅταν γένηται } γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. 20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων ἐάν {NA ἐάν > ἄν } τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με. 21 ¶Ταῦτα εἰπὼν ὁ {NA ὁ > [ὁ] } Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησεν καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 Ἔβλεπον οὖν {NA οὖν > - } εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. 23 Ἦν δὲ {NA δὲ > - } ἀνακείμενος εἷς {NA εἷς > εἷς ἐκ } τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 Ἐπιπεσὼν {NA Ἐπιπεσὼν δὲ > Ἀναπεσὼν οὖν } δὲ ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν; 26 Ἀποκρίνεται ὁ {NA ὁ > [ὁ] } Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας {NA βάψας > βάψω } τὸ ψωμίον ἐπιδώσω. {NA ἐπιδώσω > καὶ δώσω αὐτῷ } Καὶ {NA Καὶ ἐμβάψας > Βάψας οὖν } ἐμβάψας τὸ ψωμίον, δίδωσιν {NA δίδωσιν > [λαμβάνει καὶ] δίδωσιν } Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ. {NA Ἰσκαριώτῃ > Ἰσκαριώτου } 27 Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, Ὃ ποιεῖς, ποίησον τάχιον. 28 Τοῦτο δὲ {NA δὲ > [δὲ] } οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. 29 Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ {NA ὁ Ἰούδας > Ἰούδας } Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ {NA ὁ Ἰησοῦς > [ὁ] Ἰησοῦς } Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως {NA εὐθέως ἐξῆλθεν > ἐξῆλθεν εὐθύς } ἐξῆλθεν· ἦν δὲ νύξ. 31 ¶Ὅτε {NA Ὅτε > Ὅτε οὖν } ἐξῆλθεν, λέγει {NA λέγει ὁ > λέγει } ὁ Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32 Εἰ {NA Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ > [Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ] } ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, {NA ἑαυτῷ > αὐτῷ } καὶ εὐθὺς δοξάσει αὐτόν. 33 Τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ὑπάγω {NA ὑπάγω ἐγώ > ἐγὼ ὑπάγω } ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. 36 ¶Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ {NA αὐτῷ ὁ > [αὐτῷ] } ὁ Ἰησοῦς, Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον {NA ὕστερον δὲ ἀκολουθήσεις μοι > ἀκολουθήσεις δὲ ὕστερον } δὲ ἀκολουθήσεις μοι. 37 Λέγει αὐτῷ Πέτρος, {NA Πέτρος > ὁ Πέτρος } Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 Ἀπεκρίθη {NA Ἀπεκρίθη αὐτῷ ὁ > Ἀποκρίνεται } αὐτῷ ὁ Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀπαρνήσῃ {NA ἀπαρνήσῃ > ἀρνήσῃ } με τρίς.