Luke 13
1
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα
Πιλάτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
2
Καὶ ἀποκριθεὶς ὁ
{NA ὁ Ἰησοῦς > - } Ἰησοῦς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους
ἐγένοντο, ὅτι τοιαῦτα
{NA τοιαῦτα > ταῦτα } πεπόνθασιν;
3
Οὐχί, λέγω ὑμῖν· ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως
{NA ὡσαύτως > ὁμοίως } ἀπολεῖσθε.
4
Ἢ ἐκεῖνοι οἱ δέκα
{NA δέκα καὶ ὀκτώ > δεκαοκτώ } καὶ ὀκτώ, ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι
οὗτοι
{NA οὗτοι > αὐτοὶ } ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους
{NA ἀνθρώπους > τοὺς ἀνθρώπους } τοὺς κατοικοῦντας
{NA κατοικοῦντας ἐν > κατοικοῦντας } ἐν Ἱερουσαλήμ;
5
Οὐχί, λέγω ὑμῖν· ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως
{NA ὁμοίως > ὡσαύτως } ἀπολεῖσθε.
6
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις ἐν
{NA ἐν τῷ > πεφυτευμένην ἐν τῷ } τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην·
{NA πεφυτευμένην > - } καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.
7
Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία ἔτη ἔρχομαι
{NA ἔρχομαι > ἀφ’ οὗ ἔρχομαι } ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν·
{NA αὐτήν > [οὖν] αὐτήν } ἵνα
{NA ἵνα τί > ἱνατί } τί καὶ τὴν γῆν καταργεῖ;
8
Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ
αὐτήν, καὶ βάλω κόπρια·
9
κἂν μὲν ποιήσῃ καρπόν· εἰ
{NA εἰ δὲ μήγε εἰς τὸ μέλλον > εἰς τὸ μέλλον εἰ δὲ μή γε } δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
10
¶Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν·
11
καὶ ἰδού, γυνὴ ἦν
{NA ἦν πνεῦμα > πνεῦμα } πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα
{NA δέκα καὶ ὀκτώ > δεκαοκτώ } καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
12
Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν, καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας
σου.
13
Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.
14
Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν
τῷ ὄχλῳ, Ἓξ
{NA Ἓξ > ὅτι Ἓξ } ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις
{NA ταύταις > αὐταῖς } οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15
Ἀπεκρίθη οὖν
{NA οὖν > δὲ } αὐτῷ ὁ κύριος, καὶ εἶπεν, Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ
ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει;
16
Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ
ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
17
Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος
ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.
18
¶Ἔλεγεν δέ,
{NA δέ > οὖν } Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν;
19
Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησεν,
καὶ ἐγένετο εἰς δένδρον μέγα,
{NA μέγα > - } καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20
Πάλιν
{NA Πάλιν > Καὶ πάλιν } εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
21
Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν
{NA ἐνέκρυψεν > [ἐν]έκρυψεν } εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
22
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
{NA Ἱερουσαλήμ > Ἱεροσόλυμα }
23
Εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπεν πρὸς αὐτούς,
24
Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης·
{NA πύλης > θύρας } ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν.
25
Ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ
κρούειν τὴν θύραν, λέγοντες, Κύριε, κύριε,
{NA Κύριε κύριε > Κύριε } ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ·
26
τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν
ἐδίδαξας.
27
Καὶ ἐρεῖ, Λέγω
{NA Λέγω > λέγων } ὑμῖν, οὐκ οἶδα ὑμᾶς
{NA ὑμᾶς > [ὑμᾶς] } πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ
{NA οἱ ἐργάται τῆς > ἐργάται } ἐργάται τῆς ἀδικίας.
28
Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ
Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29
Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ
{NA βορρᾶ > ἀπὸ βορρᾶ } καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
30
Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31
¶Ἐν αὐτῇ τῇ ἡμέρᾳ
{NA ἡμέρᾳ προσῆλθόν > ὥρᾳ προσῆλθάν } προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης
θέλει σε ἀποκτεῖναι.
32
Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ
ἰάσεις ἐπιτελῶ
{NA ἐπιτελῶ > ἀποτελῶ } σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33
Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην
ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.
34
Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα
{Byz ἀποκτένουσα > ἀποκτείνουσα }
{NA ἀποκτένουσα > ἀποκτείνουσα } τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι
τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
35
Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
{NA ἔρημος > - } Λέγω δὲ
{NA δὲ > [δὲ] } ὑμῖν ὅτι
{NA ὅτι > - } οὐ μή με
{NA με ἴδητε > ἴδητέ με } ἴδητε ἕως ἂν
{NA ἂν ἥξει ὅτε > [ἥξει ὅτε] } ἥξει, ὅτε εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.