Rev 13
1
Καὶ ἐστάθην
{NA ἐστάθην > ἐστάθη } ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα
δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς
αὐτοῦ ὀνόματα
{NA ὀνόματα > ὀνόμα[τα] } βλασφημίας.
2
Καὶ τὸ θηρίον, ὃ εἶδον, ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα
αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον
αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.
3
Καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡσεὶ
{Byz ὡσεὶ > ὡς }
{NA ὡσεὶ > ὡς } ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ ἐθαύμασεν
{NA ἐθαύμασεν > ἐθαυμάσθη } ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου·
4
καὶ προσεκύνησαν τῷ δράκοντι τῷ
{NA τῷ δεδωκότι > ὅτι ἔδωκεν } δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ
θηρίῳ; Καὶ
{Byz Καὶ > - } τίς δυνατὸς
{Byz δυνατὸς > δύναται }
{NA δυνατὸς > δύναται } πολεμῆσαι μετ’ αὐτοῦ;
5
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν·
{NA βλασφημίαν > βλασφημίας } καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον
{NA πόλεμον > - } ποιῆσαι μῆνας τεσσαράκοντα
{NA τεσσαράκοντα > τεσσεράκοντα [καὶ] } δύο.
6
Καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν
{NA βλασφημίαν > βλασφημίας } πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ
σκηνοῦντας.
7
Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ
ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8
Καὶ προσκυνήσουσιν αὐτῷ
{Byz αὐτῷ > αὐτὸν }
{NA αὐτῷ > αὐτὸν } πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν
{NA ὧν > οὗ } οὐ γέγραπται τὸ ὄνομα
{NA ὄνομα > ὄνομα αὐτοῦ } ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9
Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10
Εἴ τις ἔχει
{Byz ἔχει > εἰς }
{NA ἔχει αἰχμαλωσίαν > εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν } αἰχμαλωσίαν, ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ
{NA μαχαίρᾳ ἀποκτενεῖ > μαχαίρῃ ἀποκτανθῆναι } ἀποκτενεῖ,
{Byz ἀποκτενεῖ δεῖ αὐτὸν ἐν μαχαίρᾳ > δεῖ αὐτὸν } δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι.
{NA δεῖ > - }
{NA μαχαίρᾳ ἀποκτανθῆναι > μαχαίρῃ ἀποκτανθῆναι } Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11
¶Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ
ἐλάλει ὡς δράκων.
12
Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ἐποίει
{NA ἐποίει > ποιεῖ } τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσιν
{NA προσκυνήσωσιν > προσκυνήσουσιν } τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13
Καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ
{Byz καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ > ἵνα καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ
}
{NA καὶ πῦρ ἵνα > ἵνα καὶ πῦρ ποιῇ } πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ
{NA καταβαίνῃ ἐπὶ > καταβαίνειν εἰς } ἐπὶ
{Byz ἐπὶ > εἰς } τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14
Καὶ πλανᾷ τοὺς
{Byz τοὺς ἐμοὺς > - }
{NA τοὺς ἐμοὺς > - } ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ
θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ
{NA ὃ εἶχεν > ὃς ἔχει } εἶχεν τὴν
{Byz τὴν > - } πληγὴν καὶ
{Byz καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας > τῆς μαχαίρας καὶ ἔζησεν }
{NA καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας > τῆς μαχαίρης καὶ ἔζησεν } ἔζησεν ἀπὸ τῆς μαχαίρας.
15
Καὶ ἐδόθη αὐτῷ πνεῦμα
{NA πνεῦμα δοῦναι > δοῦναι πνεῦμα } δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, ὅσοι
{NA ὅσοι > [ἵνα] ὅσοι } ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου, ἀποκτανθῶσιν.
16
Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς,
καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν
{Byz δώσωσιν > δῶσιν }
{NA δώσωσιν > δῶσιν } αὐτοῖς χαράγματα
{Byz χαράγματα > χάραγμα }
{NA χαράγματα > χάραγμα } ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τὸ
{Byz τὸ μέτωπον > τῶν μετώπων } μέτωπον αὐτῶν,
17
καὶ ἵνα μή τις δύναται
{Byz δύναται > δύνηται }
{NA δύναται > δύνηται } ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ
ὀνόματος αὐτοῦ.
18
Ὧδε ἡ σοφία ἐστίν. Ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου
ἐστίν, καὶ
{Byz καὶ > - } ὁ ἀριθμὸς αὐτοῦ
{Byz αὐτοῦ ἐστὶν > αὐτοῦ }
{NA αὐτοῦ ἐστὶν > αὐτοῦ } ἐστὶν ἑξακόσια
{Byz ἑξακόσια ἑξήκοντα ἕξ > —ΧΞ*$ }
{NA ἑξακόσια > ἑξακόσιοι } ἑξήκοντα ἕξ.