Acts 13
1
Ἦσαν δέ τινες
{NA τινες > - } ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ
Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου
{NA τετράρχου > τετραάρχου } σύντροφος, καὶ Σαῦλος.
2
Λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, Ἀφορίσατε
δή μοι τὸν Βαρνάβαν καὶ τὸν
{NA τὸν Σαῦλον > Σαῦλον } Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
3
Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
4
¶Οὗτοι
{NA Οὗτοι > Αὐτοὶ } μὲν οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος
{NA πνεύματος τοῦ ἁγίου > ἁγίου πνεύματος } τοῦ ἁγίου, κατῆλθον εἰς τὴν
{NA τὴν Σελεύκειαν > Σελεύκειαν } Σελεύκειαν· ἐκεῖθεν δὲ
{Byz δὲ > τε }
{NA δὲ > τε } ἀπέπλευσαν εἰς τὴν
{NA τὴν Κύπρον > Κύπρον } Κύπρον.
5
Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων·
εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
6
Διελθόντες δὲ τὴν
{NA τὴν > ὅλην τὴν } νῆσον ἄχρι Πάφου, εὗρόν τινα
{NA τινα > ἄνδρα τινὰ } μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βαρϊησοῦς,
{Byz Βαρϊησοῦς > Βαρϊησοῦν }
{NA Βαρϊησοῦς > Βαριησοῦ }
7
ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ
Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ.
8
Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος- οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ- ζητῶν
διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
9
Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου, καὶ
{NA καὶ ἀτενίσας > ἀτενίσας } ἀτενίσας εἰς αὐτὸν
10
εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης,
οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου
{NA κυρίου > [τοῦ] κυρίου } τὰς εὐθείας;
11
Καὶ νῦν ἰδού, χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.
Παραχρῆμα δὲ {NA27/28 δὲ ἐπέπεσεν > τε ἔπεσεν }
{ECM δὲ ἐπέπεσεν > τε ἐπέπεσεν } ἐπέπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
12
Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13
¶Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν
{NA τὸν > - } Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν
εἰς Ἱεροσόλυμα.
14
Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς
{NA τῆς Πισιδίας > τὴν Πισιδίαν } Πισιδίας, καὶ εἰσελθόντες
{NA εἰσελθόντες > [εἰς]ελθόντες } εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν.
15
Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς
αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ ἔστιν
{NA ἔστιν λόγος ἐν ὑμῖν > τίς ἐστιν ἐν ὑμῖν λόγος } λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16
Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, ¶Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι
τὸν θεόν, ἀκούσατε.
17
Ὁ θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο
{NA ἐξελέξατο > Ἰσραὴλ ἐξελέξατο } τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ,
{NA Αἰγύπτῳ > Αἰγύπτου } καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
18
Καὶ ὡς τεσσαρακονταετῆ
{NA τεσσαρακονταετῆ > τεσσερακονταετῆ } χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
19
Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεν αὐτοῖς
{NA αὐτοῖς > - } τὴν γῆν αὐτῶν.
20
Καὶ
{NA Καὶ μετὰ ταῦτα > - } μετὰ ταῦτα, ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα,
{NA πεντήκοντα > πεντήκοντα. Καὶ μετὰ ταῦτα } ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ
{NA τοῦ > [τοῦ] } προφήτου.
21
Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς
Βενιαμίν, ἔτη τεσσαράκοντα.
{NA τεσσαράκοντα > τεσσεράκοντα }
22
Καὶ μεταστήσας αὐτόν, ἤγειρεν αὐτοῖς
{NA αὐτοῖς τὸν Δαυὶδ > τὸν Δαυὶδ αὐτοῖς } τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα
κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23
Τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτηρίαν,
{NA σωτηρίαν > σωτῆρα Ἰησοῦν }
24
προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ
{NA τῷ > παντὶ τῷ λαῷ } Ἰσραήλ.
25
Ὡς δὲ ἐπλήρου ὁ
{Byz ὁ > - }
{NA ὁ > - } Ἰωάννης τὸν δρόμον, ἔλεγεν, Τίνα
{NA Τίνα με > Τί ἐμὲ } με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ’ ἰδού, ἔρχεται μετ’ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος
τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26
Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ὑμῖν
{NA ὑμῖν ὁ > ἡμῖν ὁ } ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
{NA ἀπεστάλη > ἐξαπεστάλη }
27
Οἱ γὰρ κατοικοῦντες ἐν
{Byz ἐν > - } Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν
τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.
28
Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν.
29
Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς
μνημεῖον.
30
Ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
31
ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ,
οἵτινές εἰσιν
{NA εἰσιν > [νῦν] εἰσιν } μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32
Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην
ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν ἡμῖν, {NA27/28 τέκνοις αὐτῶν ἡμῖν > τέκνοις
[αὐτῶν] ἡμῖν }
{ECM τέκνοις αὐτῶν ἡμῖν > τέκνοις ἡμῖν ʽξςʼ } ἀναστήσας Ἰησοῦν·
33
ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ
{NA τῷ δευτέρῳ γέγραπται > γέγραπται τῷ δευτέρῳ } δευτέρῳ γέγραπται, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
34
Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως
εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
35
Διὸ
{NA Διὸ > Διότι } καὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
36
Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς
τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν·
37
ὃν δὲ ὁ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν.
38
Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·
39
καὶ
{NA καὶ > [καὶ] } ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ
{NA τῷ > - } νόμῳ Μωϋσέως
{Byz Μωϋσέως > Μωσέως } δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
40
Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ’
{NA ἐφ’ ὑμᾶς > - } ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,
41
Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ
{NA ἐγὼ ἐργάζομαι > ἐργάζομαι ἐγὼ } ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ
{NA ὃ > ἔργον ὃ } οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42
¶Ἐξιόντων δὲ
{Byz δὲ > δὲ αὐτῶν } ἐκ
{NA ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων > αὐτῶν } τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν τὰ
{NA τὰ ἔθνη > - } ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα.
{Byz ῥήματα > ῥήματα ταῦτα }
{NA ῥήματα > ῥήματα ταῦτα }
43
Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων
τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες, ἔπειθον
{NA ἔπειθον > αὐτοῖς ἔπειθον } αὐτοὺς ἐπιμένειν
{NA ἐπιμένειν > προσμένειν } τῇ χάριτι τοῦ θεοῦ.
44
¶Τῷ τε
{NA τε > δὲ } ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ.
{NA θεοῦ > κυρίου }
45
Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ
{NA τοῦ > - } Παύλου λεγομένοις,
{NA λεγομένοις > λαλουμένοις } ἀντιλέγοντες
{NA ἀντιλέγοντες καὶ > - } καὶ βλασφημοῦντες.
46
Παρρησιασάμενοι δὲ
{NA δὲ ὁ > τε ὁ } ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον,
{NA εἶπον > εἶπαν } Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ. Ἐπειδὴ δὲ
{NA δὲ ἀπωθεῖσθε > ἀπωθεῖσθε } ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα
εἰς τὰ ἔθνη.
47
Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν
ἕως ἐσχάτου τῆς γῆς.
48
Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρεν,
{Byz ἔχαιρεν > ἔχαιρον }
{NA ἔχαιρεν > ἔχαιρον } καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.
49
Διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας.
50
Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ
{NA καὶ τὰς > τὰς } τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον
καὶ τὸν
{NA τὸν Βαρνάβαν > Βαρναβᾶν } Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51
Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν
{NA αὐτῶν > - } ἐπ’ αὐτούς, ἦλθον εἰς Ἰκόνιον.
52
Οἱ δὲ
{NA δὲ > τε } μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.