Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Mark : Chapter 13

Mark 1
Mark 2
Mark 3
Mark 4
Mark 5
Mark 6
Mark 7
Mark 8
Mark 9
Mark 10
Mark 11
Mark 12
Mark 13
Mark 14
Mark 15
Mark 16

Mark 13

1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς {NA ἀποκριθεὶς > - } εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ λίθος {NA λίθος ἐπὶ λίθῳ > ὧδε λίθος ἐπὶ λίθον } ἐπὶ λίθῳ, ὃς οὐ μὴ καταλυθῇ. 3 ¶Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων {NA ἐπηρώτων > ἐπηρώτα } αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, 4 Εἰπὲ {NA Εἰπὲ > Εἰπὸν } ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα {NA πάντα ταῦτα συντελεῖσθαι > ταῦτα συντελεῖσθαι πάντα } ταῦτα συντελεῖσθαι; 5 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς {NA ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν > ἤρξατο λέγειν αὐτοῖς } αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6 Πολλοὶ γὰρ {NA γὰρ > - } ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. 7 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ {NA γὰρ > - } γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος. 8 Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ {NA ἐπὶ ἔθνος > ἐπ’ ἔθνος } ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ {NA καὶ ἔσονται σεισμοὶ > ἔσονται σεισμοὶ } ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ {NA καὶ ἔσονται λιμοὶ καὶ ταραχαί ἀρχαὶ > ἔσονται λιμοί ἀρχὴ } ἔσονται λιμοὶ καὶ ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα. 9 ¶Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν γὰρ {NA γὰρ > - } ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. 10 Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ {NA δεῖ πρῶτον > πρῶτον δεῖ } πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 Ὅταν {NA Ὅταν δὲ ἀγάγωσιν > Καὶ ὅταν ἄγωσιν } δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ {NA μηδὲ μελετᾶτε > - } μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 Παραδώσει {NA Παραδώσει δὲ > Καὶ παραδώσει } δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 13 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 ¶Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ {NA τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου > - } ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς {NA ἑστὼς > ἑστηκότα } ὅπου οὐ δεῖ- ὁ ἀναγινώσκων νοείτω- τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· 15 ὁ δὲ {NA δὲ > [δὲ] } ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς {NA εἰς τὴν οἰκίαν > - } τὴν οἰκίαν, μηδὲ εἰσελθέτω {NA εἰσελθέτω > εἰσελθάτω } ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ· 16 καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν {NA ὢν > - } μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ {NA ἡ φυγὴ ὑμῶν > - } φυγὴ ὑμῶν χειμῶνος. 19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἧς {NA ἧς > ἣν } ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ κύριος {NA κύριος ἐκολόβωσεν > ἐκολόβωσεν κύριος } ἐκολόβωσεν τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. 21 Τότε {Byz Τότε > Καὶ τότε } {NA Τότε > Καὶ τότε } ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, {NA Ἰδού ὧδε > Ἴδε ὧδε } ὧδε ὁ χριστός, ἢ {NA ἢ Ἰδού > Ἴδε } Ἰδού, ἐκεῖ, μὴ πιστεύετε. 22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ {NA καὶ τοὺς > τοὺς } τοὺς ἐκλεκτούς. 23 Ὑμεῖς δὲ βλέπετε· ἰδού, {NA ἰδού > - } προείρηκα ὑμῖν πάντα. 24 ¶Ἀλλ’ {NA Ἀλλ’ > Ἀλλὰ } ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες τοῦ {NA τοῦ οὐρανοῦ ἔσονται > ἔσονται ἐκ τοῦ οὐρανοῦ } οὐρανοῦ ἔσονται ἐκπίπτοντες, {NA ἐκπίπτοντες > πίπτοντες } καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, {NA αὐτοῦ καὶ > καὶ } καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ {NA αὐτοῦ ἐκ > [αὐτοῦ] ἐκ } ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. 28 ¶Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς {NA αὐτῆς ἤδη ὁ κλάδος > ἤδη ὁ κλάδος αὐτῆς } ἤδη ὁ κλάδος ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν ταῦτα {NA ταῦτα ἴδητε > ἴδητε ταῦτα } ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρι {NA μέχρι > μέχρις } οὗ πάντα {NA πάντα ταῦτα > ταῦτα πάντα } ταῦτα γένηται. 31 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, {Byz παρελεύσεται > παρελεύσονται } {NA παρελεύσεται > παρελεύσονται } οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. {NA παρέλθωσιν > παρελεύσονται } 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας {NA ὥρας > τῆς ὥρας } οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ {NA οἱ ἐν > ἐν } ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε καὶ {NA καὶ προσεύχεσθε > - } προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34 Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ {NA καὶ ἑκάστῳ > ἑκάστῳ } ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, {NA ὀψέ ἢ μεσονυκτίου > ἢ ὀψέ ἢ μεσονύκτιον } ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ· 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 {NA Ἃ > Ὃ } δὲ ὑμῖν λέγω πᾶσιν λέγω, Γρηγορεῖτε.