Acts 14

1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2 Οἱ δὲ ἀπειθοῦντες {NA ἀπειθοῦντες > ἀπειθήσαντες } Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3 Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ {NA27/28 μαρτυροῦντι > μαρτυροῦντι [ἐπὶ] } λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4 Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5 Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον· 7 κἀκεῖ ἦσαν {NA ἦσαν εὐαγγελιζόμενοι > εὐαγγελιζόμενοι ἦσαν } εὐαγγελιζόμενοι. 8 ¶Καί τις ἀνὴρ ἐν {NA ἐν Λύστροις ἀδύνατος > ἀδύνατος ἐν Λύστροις } Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, {NA ὑπάρχων > - } ὃς οὐδέποτε περιπεπατήκει. {NA περιπεπατήκει > περιεπάτησεν } 9 Οὗτος ἤκουσεν {Byz ἤκουσεν > ἤκουεν } τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν {NA πίστιν ἔχει > ἔχει πίστιν } ἔχει τοῦ σωθῆναι, 10 εἶπεν μεγάλῃ τῇ {NA27/28 τῇ > - } φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθῶς. {Byz ὀρθῶς > ὀρθός } {NA ὀρθῶς > ὀρθός } Καὶ ἥλλετο {NA ἥλλετο > ἥλατο } καὶ περιεπάτει. 11 Οἱ δὲ {NA δὲ > τε } ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ὁ {NA ὁ Παῦλος > Παῦλος } Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. 12 Ἐκάλουν τε τὸν μὲν {NA μὲν > - } Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 Ὁ δὲ {NA δὲ > τε } ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, {NA αὐτῶν > - } ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν, εἰσεπήδησαν {NA εἰσεπήδησαν > ἐξεπήδησαν } εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν {NA τὸν θεὸν τὸν > θεὸν } θεὸν τὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17 Καίτοιγε {NA Καίτοιγε > Καίτοι } οὐκ ἀμάρτυρον ἑαυτὸν {NA ἑαυτὸν > αὐτὸν } ἀφῆκεν ἀγαθοποιῶν, {NA ἀγαθοποιῶν > ἀγαθουργῶν } οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. {NA ἡμῶν > ὑμῶν } 18 Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. 19 ¶Ἐπῆλθον {NA Ἐπῆλθον > Ἐπῆλθαν } δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες {NA νομίσαντες αὐτὸν τεθνάναι > νομίζοντες αὐτὸν τεθνηκέναι } αὐτὸν τεθνάναι. 20 Κυκλωσάντων δὲ αὐτὸν {NA αὐτὸν τῶν μαθητῶν > τῶν μαθητῶν αὐτόν } τῶν μαθητῶν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. 21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον {NA Ἰκόνιον > εἰς Ἰκόνιον } καὶ Ἀντιόχειαν, {NA Ἀντιόχειαν > εἰς Ἀντιόχειαν } 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23 Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους {NA πρεσβυτέρους κατ’ ἐκκλησίαν > κατ’ ἐκκλησίαν πρεσβυτέρους } κατ’ ἐκκλησίαν, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν. {NA Παμφυλίαν > τὴν Παμφυλίαν } 25 Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν· 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν {NA ἀνήγγειλαν > ἀνήγγελλον } ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 Διέτριβον δὲ ἐκεῖ {NA ἐκεῖ > - } χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.