Luke 14
1
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν
{NA τῶν Φαρισαίων > [τῶν] Φαρισαίων } Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
2
Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
3
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους, λέγων, Εἰ
{NA Εἰ > - } ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;
{NA θεραπεύειν > θεραπεῦσαι ἢ οὔ }
4
Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσεν.
5
Καὶ ἀποκριθεὶς
{NA ἀποκριθεὶς > - } πρὸς αὐτοὺς εἶπεν, Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται,
{NA ἐμπεσεῖται > πεσεῖται } καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ
{NA τῇ > - } ἡμέρᾳ τοῦ σαββάτου;
6
Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ
{NA αὐτῷ > - } πρὸς ταῦτα.
7
¶Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο,
λέγων πρὸς αὐτούς,
8
Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν· μήποτε ἐντιμότερός
σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ,
9
καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ’
{NA μετ’ > μετὰ } αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
10
Ἀλλ’ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκώς
σε, εἴπῃ
{NA εἴπῃ > ἐρεῖ } σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν
{NA τῶν > πάντων τῶν } συνανακειμένων σοι.
11
Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12
¶Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους
σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε
καὶ αὐτοί σε
{NA σε ἀντικαλέσωσιν > ἀντικαλέσωσίν σε } ἀντικαλέσωσιν, καὶ γένηταί σοι
{NA σοι ἀνταπόδομα > ἀνταπόδομά σοι } ἀνταπόδομα.
13
Ἀλλ’ ὅταν ποιῇς
{NA ποιῇς δοχήν > δοχὴν ποιῇς } δοχήν, κάλει πτωχούς, ἀναπήρους,
{NA ἀναπήρους > ἀναπείρους } χωλούς, τυφλούς·
14
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ
ἀναστάσει τῶν δικαίων.
15
¶Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος, ὃς
{NA ὃς φάγεται ἄριστον > ὅστις φάγεται ἄρτον } φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
16
Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ἐποίησεν
{NA ἐποίησεν > ἐποίει } δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς·
17
καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε,
ὅτι ἤδη ἕτοιμά ἐστιν πάντα.
{NA πάντα > - }
18
Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι
{NA παραιτεῖσθαι πάντες > πάντες παραιτεῖσθαι } πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν
{NA ἐξελθεῖν καὶ > ἐξελθὼν } καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19
Καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε,
ἔχε με παρῃτημένον.
20
Καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
21
Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος
{NA ἐκεῖνος > - } ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ,
Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους
{NA ἀναπήρους > ἀναπείρους } καὶ χωλοὺς
{NA χωλοὺς καὶ τυφλοὺς > τυφλοὺς καὶ χωλοὺς } καὶ τυφλοὺς εἰσάγαγε ὧδε.
22
Καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ὡς
{NA ὡς > ὃ } ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
23
Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον
εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ
{NA ὁ οἶκός μου > μου ὁ οἶκος } οἶκός μου.
24
Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
{NA Πολλοὶ γάρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί > - } Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
{Byz Πολλοὶ γάρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί > - }
25
¶Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς,
26
Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ,
{NA αὐτοῦ καὶ > ἑαυτοῦ καὶ } καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς,
ἔτι δὲ
{NA δὲ > τε } καὶ τὴν ἑαυτοῦ
{NA ἑαυτοῦ ψυχήν > ψυχὴν ἑαυτοῦ } ψυχήν, οὐ δύναταί μου
{NA μου μαθητὴς εἶναι > εἶναί μου μαθητής } μαθητὴς εἶναι.
27
Καὶ
{NA Καὶ ὅστις > Ὅστις } ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ
{NA αὐτοῦ > ἑαυτοῦ } καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28
Τίς γὰρ ἐξ ὑμῶν, ὁ
{NA ὁ > - } θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ
{NA τὰ > - } εἰς
{Byz εἰς > πρὸς } ἀπαρτισμόν;
29
Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες
ἄρξωνται ἐμπαίζειν
{NA ἐμπαίζειν αὐτῷ > αὐτῷ ἐμπαίζειν } αὐτῷ,
30
λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
31
Ἢ τίς βασιλεὺς πορευόμενος συμβαλεῖν
{NA συμβαλεῖν ἑτέρῳ βασιλεῖ > ἑτέρῳ βασιλεῖ συμβαλεῖν } ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύεται
{NA βουλεύεται > βουλεύσεται } εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι
{NA ἀπαντῆσαι > ὑπαντῆσαι } τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν;
32
Εἰ δὲ μήγε,
{NA μήγε > μή γε } ἔτι πόρρω
{NA πόρρω αὐτοῦ > αὐτοῦ πόρρω } αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33
Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί
μου
{NA μου εἶναι > εἶναί μου } εἶναι μαθητής.
34
Καλὸν τὸ
{NA Καλὸν > Καλὸν οὖν } ἅλας· ἐὰν δὲ τὸ
{NA δὲ > δὲ καὶ } ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35
Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν
ἀκουέτω.