Matt 14

1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης {NA τετράρχης > τετραάρχης } τὴν ἀκοὴν Ἰησοῦ, 2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν {NA αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ > [αὐτὸν] καὶ ἐν φυλακῇ ἀπέθετο } καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4 Ἔλεγεν γὰρ αὐτῷ {NA αὐτῷ ὁ Ἰωάννης > ὁ Ἰωάννης αὐτῷ } ὁ Ἰωάννης, Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. 5 Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6 Γενεσίων {NA Γενεσίων δὲ ἀγομένων > Γενεσίοις δὲ γενομένοις } δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν τῷ Ἡρῴδῃ· 7 ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8 Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9 Καὶ ἐλυπήθη {NA ἐλυπήθη > λυπηθεὶς } ὁ βασιλεύς, διὰ δὲ {NA δὲ > - } τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι· 10 καὶ πέμψας ἀπεκεφάλισεν τὸν {NA τὸν > [τὸν] } Ἰωάννην ἐν τῇ φυλακῇ. 11 Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12 Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα, {NA σῶμα > πτῶμα } καὶ ἔθαψαν αὐτό· {NA αὐτό > αὐτό[ν] } καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. 13 ¶Καὶ {NA Καὶ ἀκούσας > Ἀκούσας δὲ } ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14 Καὶ ἐξελθὼν ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15 Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, {NA αὐτοῦ > - } λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 Ὁ δὲ Ἰησοῦς {NA Ἰησοῦς > [Ἰησοῦς] } εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 Ὁ δὲ εἶπεν, Φέρετέ μοι αὐτοὺς {NA αὐτοὺς ὧδε > ὧδε αὐτούς } ὧδε. 19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς {NA τοὺς χόρτους > τοῦ χόρτου } χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων. 22 ¶Καὶ εὐθέως ἠνάγκασεν ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24 Τὸ δὲ πλοῖον ἤδη μέσον {NA μέσον τῆς θαλάσσης ἦν > σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν } τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν {NA ἀπῆλθεν > ἦλθεν } πρὸς αὐτοὺς ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς {NA τῆς θαλάσσης > τὴν θάλασσαν } θαλάσσης. 26 Καὶ {NA Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ > Οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν } ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν {NA τὴν θάλασσαν > τῆς θαλάσσης } θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστιν· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 Εὐθέως {NA Εὐθέως > Εὐθὺς } δὲ ἐλάλησεν αὐτοῖς {NA αὐτοῖς ὁ Ἰησοῦς > [ὁ Ἰησοῦς] αὐτοῖς } ὁ Ἰησοῦς, λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός {NA πρός σε ἐλθεῖν > ἐλθεῖν πρός σε } σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29 Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ {NA ὁ Πέτρος > [ὁ] Πέτρος } Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν {NA ἐλθεῖν > καὶ ἦλθεν } πρὸς τὸν Ἰησοῦν. 30 Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν {NA ἰσχυρὸν > [ἰσχυρὸν] } ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, Κύριε, σῶσόν με. 31 Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 Καὶ ἐμβάντων {NA ἐμβάντων > ἀναβάντων } αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος· 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες {NA ἐλθόντες > - } προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ. 34 ¶Καὶ διαπεράσαντες ἦλθον εἰς {NA εἰς τὴν γῆν > ἐπὶ τὴν γῆν εἰς } τὴν γῆν Γεννησαρέτ. 35 Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36 καὶ παρεκάλουν αὐτόν, ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.