1Cor 14
1
Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
2
Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ
{NA τῷ > - } θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια.
3
Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
4
Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
5
Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ
{NA γὰρ > δὲ } ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύει,
{NA διερμηνεύει > διερμηνεύῃ } ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6
Νυνὶ
{NA Νυνὶ > Νῦν } δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω
ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ ἢ ἐν
{NA ἐν διδαχῇ > [ἐν] διδαχῇ } διδαχῇ;
7
Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις
μὴ διδῷ,
{NA διδῷ > δῷ } πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
8
Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν
{NA φωνὴν σάλπιγξ > σάλπιγξ φωνὴν } σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9
Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον;
Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
10
Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστὶν
{NA ἐστὶν > εἰσιν } ἐν κόσμῳ καὶ οὐδὲν αὐτῶν
{NA αὐτῶν > - } ἄφωνον.
11
Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν
ἐμοὶ βάρβαρος.
12
Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε
ἵνα περισσεύητε.
13
Διόπερ
{NA Διόπερ > Διὸ } ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14
Ἐὰν γὰρ
{NA γὰρ > [γὰρ] } προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
15
Τί οὖν ἐστίν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι,
ψαλῶ δὲ καὶ τῷ νοΐ.
16
Ἐπεὶ ἐὰν εὐλογήσῃς
{NA εὐλογήσῃς τῷ > εὐλογῇς [ἐν] } τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ,
ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;
17
Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
18
Εὐχαριστῶ τῷ θεῷ μου,
{NA μου > - } πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν·
{NA λαλῶν > λαλῶ }
19
ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ
{NA διὰ τοῦ νοός > τῷ νοΐ } τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20
¶Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι
γίνεσθε.
21
Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις
{NA ἑτέροις > ἑτέρων } λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
22
Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία,
οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
23
Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες γλώσσαις
{NA γλώσσαις λαλῶσιν > λαλῶσιν γλώσσαις } λαλῶσιν, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24
Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων,
ἀνακρίνεται ὑπὸ πάντων,
25
καὶ
{NA καὶ οὕτως τὰ > τὰ } οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει
τῷ θεῷ ἀπαγγέλλων ὅτι Ὁ
{NA Ὁ θεὸς ὄντως > Ὄντως ὁ θεὸς } θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.
26
¶Τί οὖν ἐστίν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν
{NA ὑμῶν > - } ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν
{NA γλῶσσαν ἔχει ἀποκάλυψιν > ἀποκάλυψιν ἔχει γλῶσσαν } ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω.
27
Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
28
ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
29
Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.
30
Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
31
Δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, καὶ πάντες παρακαλῶνται·
32
καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται.
33
Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34
¶Αἱ γυναῖκες ὑμῶν
{NA ὑμῶν > - } ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται
{NA ἐπιτέτραπται > ἐπιτρέπεται } αὐταῖς λαλεῖν, ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ὑποτάσσεσθαι,
{NA ὑποτάσσεσθαι > ὑποτασσέσθωσαν } καθὼς καὶ ὁ νόμος λέγει.
35
Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν
γυναιξὶν
{NA γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν > γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ } ἐν ἐκκλησίᾳ λαλεῖν.
36
Ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37
¶Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι κυρίου
εἰσὶν
{NA εἰσὶν ἐντολαί > ἐστὶν ἐντολή } ἐντολαί.
38
Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.
{NA ἀγνοείτω > ἀγνοεῖται }
39
¶Ὥστε, ἀδελφοί,
{NA ἀδελφοί > ἀδελφοί [μου] } ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις
{NA γλώσσαις μὴ κωλύετε > μὴ κωλύετε γλώσσαις } μὴ κωλύετε·
40
πάντα
{NA πάντα > πάντα δὲ } εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.