Mark 14
1
Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς
πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2
Ἔλεγον δέ,
{NA δέ > γάρ } Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος
{NA θόρυβος ἔσται > ἔσται θόρυβος } ἔσται τοῦ λαοῦ.
3
¶Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν
γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ
{NA καὶ συντρίψασα τὸ > συντρίψασα τὴν } συντρίψασα τὸ
{Byz τὸ > τὸν } ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ
{NA κατὰ > - } τῆς κεφαλῆς.
4
Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, καὶ
{NA καὶ λέγοντες > - } λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5
Ἠδύνατο γὰρ τοῦτο
{NA τοῦτο > τοῦτο τὸ μύρον } πραθῆναι ἐπάνω τριακοσίων
{NA τριακοσίων δηναρίων > δηναρίων τριακοσίων } δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ.
6
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο
{NA εἰργάσατο > ἠργάσατο } ἐν ἐμοί.
7
Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς
{NA αὐτοὺς > αὐτοῖς } εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8
Ὃ ἔσχεν αὕτη
{NA αὕτη > - } ἐποίησεν· προέλαβεν μυρίσαι μου
{NA μου τὸ σῶμα > τὸ σῶμά μου } τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9
Ἀμὴν λέγω
{Byz λέγω > δὲ λέγω }
{NA λέγω > δὲ λέγω } ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο
{NA τοῦτο > - } εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10
¶Καὶ ὁ
{NA ὁ Ἰούδας ὁ Ἰσκαριώτης > Ἰούδας Ἰσκαριώθ ὁ } Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ
{NA παραδῷ αὐτὸν > αὐτὸν παραδοῖ } αὐτὸν αὐτοῖς.
11
Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς εὐκαίρως
{NA εὐκαίρως αὐτὸν παραδῷ > αὐτὸν εὐκαίρως παραδοῖ } αὐτὸν παραδῷ.
12
¶Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,
Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν
{Byz ἑτοιμάσωμεν > ἑτοιμάσομεν } ἵνα φάγῃς τὸ Πάσχα;
13
Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ
ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14
καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμα,
ὅπου
{NA κατάλυμα > κατάλυμά μου } τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15
Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον
{Byz ἀνώγεον > ἀνάγαιον }
{NA ἀνώγεον > ἀνάγαιον } μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ
{NA ἐκεῖ > καὶ ἐκεῖ } ἑτοιμάσατε ἡμῖν.
16
Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ,
{NA αὐτοῦ > - } καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
17
¶Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
18
Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν
{NA εἶπεν ὁ Ἰησοῦς > ὁ Ἰησοῦς εἶπεν } ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ.
19
Οἱ
{NA Οἱ δὲ > - } δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ’
{NA καθ’ > κατὰ } εἷς, Μήτι
{NA Μήτι ἐγώ Καὶ ἄλλος > - } ἐγώ; Καὶ ἄλλος, Μήτι ἐγώ;
20
Ὁ δὲ ἀποκριθεὶς
{NA ἀποκριθεὶς > - } εἶπεν αὐτοῖς, Εἷς ἐκ
{NA ἐκ > - } τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρυβλίον.
21
Ὁ
{NA Ὁ μὲν > Ὅτι ὁ μὲν } μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ
δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν
{NA ἦν > - } αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22
¶Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ
{NA ὁ Ἰησοῦς > - } Ἰησοῦς ἄρτον, εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, Λάβετε, φάγετε·
{NA φάγετε > - } τοῦτό ἐστιν τὸ σῶμά μου.
23
Καὶ λαβὼν τὸ
{NA τὸ > - } ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24
Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου, τὸ
{NA τὸ τῆς καινῆς > τῆς } τῆς καινῆς διαθήκης, τὸ περὶ
{NA περὶ πολλῶν ἐκχυνόμενον > ἐκχυννόμενον ὑπὲρ πολλῶν } πολλῶν ἐκχυνόμενον.
25
Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης
ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
26
¶Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
27
¶Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν
{NA ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ > - } ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται
{NA διασκορπισθήσεται τὰ πρόβατα > τὰ πρόβατα διασκορπισθήσονται } τὰ πρόβατα.
28
Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29
Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, Καὶ
{NA Καὶ εἰ > Εἰ καὶ } εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.
30
Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν
{NA ἐν τῇ νυκτὶ ταύτῃ > ταύτῃ τῇ νυκτί } τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ
{NA ἀπαρνήσῃ με > με ἀπαρνήσῃ } με.
31
Ὁ δὲ ἐκπερισσοῦ
{NA ἐκπερισσοῦ ἔλεγεν μᾶλλον > ἐκπερισσῶς ἐλάλει } ἔλεγεν μᾶλλον, Ἐάν με
{NA με δέῃ > δέῃ με } δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι.
{NA ἀπαρνήσωμαι > ἀπαρνήσομαι } Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32
¶Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ,
{NA Γεθσημανῆ > Γεθσημανί } καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως προσεύξωμαι.
33
Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον
{NA Ἰάκωβον > [τὸν] Ἰάκωβον } καὶ Ἰωάννην
{NA Ἰωάννην > [τὸν] Ἰωάννην } μεθ’
{NA μεθ’ ἑαυτοῦ > μετ’ αὐτοῦ } ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.
34
Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35
Καὶ προσελθὼν
{NA προσελθὼν > προελθὼν } μικρόν, ἔπεσεν
{NA ἔπεσεν > ἔπιπτεν } ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα.
36
Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον ἀπ’
{NA ἀπ’ ἐμοῦ τοῦτο > τοῦτο ἀπ’ ἐμοῦ } ἐμοῦ τοῦτο· ἀλλ’ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.
37
Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις;
Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
38
Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε
{NA εἰσέλθητε > ἔλθητε } εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39
Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών.
40
Καὶ ὑποστρέψας
{NA ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν > πάλιν ἐλθὼν εὗρεν αὐτοὺς } εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ
{NA οἱ ὀφθαλμοὶ αὐτῶν > αὐτῶν οἱ ὀφθαλμοὶ } ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι,
{NA βεβαρημένοι > καταβαρυνόμενοι } καὶ οὐκ ᾔδεισαν τί αὐτῷ
{NA αὐτῷ ἀποκριθῶσιν > ἀποκριθῶσιν αὐτῷ } ἀποκριθῶσιν.
41
Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε λοιπὸν
{NA λοιπὸν > τὸ λοιπὸν } καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα. Ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς
χεῖρας τῶν ἁμαρτωλῶν.
42
Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικεν.
43
¶Καὶ εὐθέως,
{NA εὐθέως > εὐθύς } ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὢν
{NA ὢν > - } τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς
{NA πολὺς > - } μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
44
Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε
αὐτόν, καὶ ἀπαγάγετε
{NA ἀπαγάγετε > ἀπάγετε } ἀσφαλῶς.
45
Καὶ ἐλθών, εὐθέως
{NA εὐθέως > εὐθὺς } προσελθὼν αὐτῷ λέγει αὐτῷ,
{NA αὐτῷ Ῥαββί > - } Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.
46
Οἱ δὲ ἐπέβαλον ἐπ’
{NA ἐπ’ αὐτὸν > - } αὐτὸν τὰς χεῖρας αὐτῶν,
{NA αὐτῶν > αὐτῷ } καὶ ἐκράτησαν αὐτόν.
47
Εἷς δέ τις
{NA τις > [τις] } τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν
αὐτοῦ τὸ ὠτίον.
{NA ὠτίον > ὠτάριον }
48
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε
{NA ἐξήλθετε > ἐξήλθατε } μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
49
Καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν
αἱ γραφαί.
50
Καὶ ἀφέντες αὐτὸν πάντες
{NA πάντες ἔφυγον > ἔφυγον πάντες } ἔφυγον.
51
¶Καὶ εἷς
{NA εἷς τις νεανίσκος ἠκολούθησεν > νεανίσκος τις συνηκολούθει } τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν
αὐτὸν οἱ
{NA οἱ νεανίσκοι > - } νεανίσκοι·
52
ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ’
{NA ἀπ’ αὐτῶν > - } αὐτῶν.
53
¶Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ
{NA αὐτῷ > - } πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54
Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ
ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55
Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι
αὐτόν, καὶ οὐχ εὕρισκον.
{NA εὕρισκον > ηὕρισκον }
56
Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57
Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, λέγοντες
58
ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον,
καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59
Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60
Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν;
Τί οὗτοί σου καταμαρτυροῦσιν;
61
Ὁ δὲ ἐσιώπα, καὶ οὐδὲν
{NA οὐδὲν ἀπεκρίνατο > οὐκ ἀπεκρίνατο οὐδέν } ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς
τοῦ εὐλογητοῦ;
62
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον
τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63
Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64
Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι
{NA εἶναι ἔνοχον > ἔνοχον εἶναι } ἔνοχον θανάτου.
65
Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ
{NA τὸ πρόσωπον αὐτοῦ > αὐτοῦ τὸ πρόσωπον } πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον. Καὶ οἱ ὑπηρέται
ῥαπίσμασιν αὐτὸν ἔβαλλον.
{Byz ἔβαλλον > ἔβαλον }
{NA ἔβαλλον > ἔλαβον }
66
¶Καὶ ὄντος τοῦ Πέτρου ἐν
{NA ἐν τῇ αὐλῇ κάτω > κάτω ἐν τῇ αὐλῇ } τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67
καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ
Ἰησοῦ
{NA Ἰησοῦ ἦσθα > ἦσθα τοῦ Ἰησοῦ } ἦσθα.
68
Ὁ δὲ ἠρνήσατο, λέγων, Οὐκ
{NA Οὐκ > Οὔτε } οἶδα, οὐδὲ
{Byz οὐδὲ > οὔτε }
{NA οὐδὲ > οὔτε } ἐπίσταμαι τί
{NA τί σὺ > σὺ τί } σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· καὶ
{NA καὶ ἀλέκτωρ ἐφώνησεν > [καὶ ἀλέκτωρ ἐφώνησεν] } ἀλέκτωρ ἐφώνησεν.
69
Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν
{NA πάλιν ἤρξατο > ἤρξατο πάλιν } ἤρξατο λέγειν τοῖς παρεστηκόσιν
{NA παρεστηκόσιν > παρεστῶσιν } ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν.
70
Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ
αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ
{NA καὶ ἡ λαλιά σου ὁμοιάζει > - } ἡ λαλιά σου ὁμοιάζει.
71
Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.
72
Καὶ ἐκ
{NA ἐκ > εὐθὺς ἐκ } δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ
{NA ὃ εἶπεν > ὡς εἶπεν } εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ
{NA ἀπαρνήσῃ με τρίς > τρίς με ἀπαρνήσῃ } με τρίς. Καὶ ἐπιβαλὼν ἔκλαιεν.