Rev 14
1
Καὶ εἶδον, καὶ ἰδού, τὸ
{Byz τὸ ἀρνίον > ἀρνίον } ἀρνίον ἑστηκὸς
{Byz ἑστηκὸς > ἑστὼς }
{NA ἑστηκὸς > ἑστὸς } ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’ αὐτοῦ ἀριθμὸς
{Byz ἀριθμὸς > - }
{NA ἀριθμὸς > - } ἑκατὸν
{Byz ἑκατὸν τεσσαράκοντα τέσσαρες > —ΡΜΔ } τεσσαράκοντα
{NA τεσσαράκοντα > τεσσεράκοντα } τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον
ἐπὶ τῶν μετώπων αὐτῶν.
2
Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης·
καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
3
Καὶ ᾄδουσιν
{NA ᾄδουσιν > ᾄδουσιν [ὡς] } ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων·
καὶ οὐδεὶς ἐδύνατο
{Byz ἐδύνατο > ἠδύνατο } μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν
{Byz ἑκατὸν τεσσαράκοντα τέσσαρες > —ΡΜΔ } τεσσαράκοντα
{NA τεσσαράκοντα > τεσσεράκοντα } τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
4
Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσιν
{NA εἰσιν οἱ ἀκολουθοῦντες > οἱ ἀκολουθοῦντες } οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν
{Byz ἂν > ἐὰν } ὑπάγῃ. Οὗτοι ὑπὸ
{Byz ὑπὸ Ἰησοῦ > - }
{NA ὑπὸ Ἰησοῦ > - } Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ.
5
Καὶ οὐχ
{Byz οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν > ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη }
{NA οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν > ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη } εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος· ἄμωμοι γάρ
{NA γάρ > - } εἰσιν.
6
¶Καὶ εἶδον ἄγγελον
{Byz ἄγγελον > ἄλλον ἄγγελον }
{NA ἄγγελον > ἄλλον ἄγγελον } πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον, εὐαγγελίσαι τοὺς
{NA τοὺς > ἐπὶ τοὺς } καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7
λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν κύριον,
{Byz κύριον > θεόν }
{NA κύριον > θεόν } καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε αὐτὸν
{Byz αὐτὸν τὸν ποιήσαντα > τῷ ποιήσαντι }
{NA αὐτὸν τὸν ποιήσαντα > τῷ ποιήσαντι } τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν
{NA τὴν θάλασσαν > θάλασσαν } θάλασσαν καὶ πηγὰς ὑδάτων.
8
¶Καὶ ἄλλος δεύτερος
{Byz δεύτερος ἄγγελος > ἄγγελος δεύτερος }
{NA δεύτερος ἄγγελος > ἄγγελος δεύτερος } ἄγγελος ἠκολούθησεν, λέγων, Ἔπεσεν
{Byz Ἔπεσεν > Ἔπεσεν ἔπεσεν }
{NA Ἔπεσεν > Ἔπεσεν ἔπεσεν } Βαβυλὼν ἡ μεγάλη, ἐκ
{NA ἐκ > ἣ ἐκ } τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
9
¶Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις προσκυνεῖ
τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἢ ἐπὶ
τὴν χεῖρα αὐτοῦ,
10
καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ
τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν
{NA τῶν ἁγίων ἀγγέλων > ἀγγέλων ἁγίων } ἁγίων ἀγγέλων, καὶ ἐνώπιον τοῦ ἀρνίου·
11
καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει· καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν
ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει
τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12
Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν· οἱ
{Byz οἱ > ὧδε οἱ } τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13
¶Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης,
{Byz λεγούσης > λεγούσης μοι } Γράψον, Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι· λέγει
{Byz λέγει Ναὶ > Ναί, λέγει }
{NA λέγει Ναὶ > Ναί, λέγει } Ναὶ τὸ πνεῦμα, ἵνα ἀναπαύσωνται
{NA ἀναπαύσωνται > ἀναπαήσονται } ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ
{NA δὲ > γὰρ } ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.
14
¶Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱῷ
{NA υἱῷ > υἱὸν } ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον
ὀξύ.
15
Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης,
Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον· ὅτι ἦλθεν ἡ ὥρα θερίσαι,
{Byz θερίσαι > τοῦ θερίσαι } ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
16
Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν
{NA τὴν νεφέλην > τῆς νεφέλης } νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
17
¶Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
18
Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν
{NA ἐξῆλθεν > [ἐξῆλθεν] } ἐκ τοῦ θυσιαστηρίου, ἔχων
{NA ἔχων > [ὁ] ἔχων } ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν
{Byz ἐφώνησεν > ἐφώνησεν ἐν } κραυγῇ
{NA κραυγῇ > φωνῇ } μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον
τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν
{Byz ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς > ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς } αἱ σταφυλαὶ αὐτῆς.
19
Καὶ
{Byz Καὶ ἔβαλεν > Καὶ ἐξέβαλεν } ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς,
καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.
{Byz τὸν μέγαν > τὴν μεγάλην }
20
Καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν
τῶν ἵππων, ἀπὸ σταδίων χιλίων
{Byz χιλίων ἑξακοσίων > —ΑΧ } ἑξακοσίων.