TbS 14
1
καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβιθ
2
καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη καὶ ἑξήκοντα
δύο ἐτῶν ἦν ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν
ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι
τὴν μεγαλωσύνην τοῦ θεοῦ
3
καὶ ὅτε ἀπέθνῃσκεν ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων παιδίον
ἀπάγαγε τὰ παιδία σου
4
καὶ ἀπότρεχε εἰς Μηδίαν ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη ἃ ἐλάλησεν Ναουμ
ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ
Ισραηλ οὓς ἀπέστειλεν ὁ θεός πάντα ἀπαντήσει καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν
ῥημάτων καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον
ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα ἃ εἶπεν ὁ
θεός συντελεσθήσεται καὶ ἔσται καὶ οὐ μὴ διαπέσῃ
5
καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεός καὶ ἐπιστρέψει αὐτοὺς ὁ θεὸς εἰς τὴν γῆν τοῦ Ισραηλ
καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον καὶ οὐχ ὡς τὸν πρῶτον ἕως τοῦ χρόνου οὗ ἂν πληρωθῇ
ὁ χρόνος τῶν καιρῶν καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ
οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται καθὼς
ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ισραηλ
6
καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς
καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν καὶ εὐλογήσουσιν
τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ
7
πάντες οἱ υἱοὶ τοῦ Ισραηλ οἱ σῳζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις μνημονεύοντες τοῦ
θεοῦ ἐν ἀληθείᾳ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰῶνα
ἐν τῇ γῇ Αβρααμ μετὰ ἀσφαλείας καὶ παραδοθήσεται αὐτοῖς καὶ χαρήσονται οἱ ἀγαπῶντες
τὸν θεὸν ἐπ’ ἀληθείας καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ
πάσης τῆς γῆς
10
ἰδέ παιδίον ὅσα Ναδαβ ἐποίησεν Αχικάρῳ τῷ ἐκθρέψαντι αὐτόν οὐχὶ ζῶν κατηνέχθη εἰς
τὴν γῆν καὶ ἀπέδωκεν ὁ θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ καὶ ἐξῆλθεν εἰς τὸ φῶς
Αχικαρος καὶ Ναδαβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος ὅτι ἐζήτησεν ἀποκτεῖναι Αχικαρον
ἐν τῷ ποιῆσαι ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου ἣν ἔπηξεν αὐτῷ Ναδαβ
καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου καὶ ἀπώλεσεν αὐτόν
11
καὶ νῦν παιδία ἴδετε τί ποιεῖ ἐλεημοσύνη καὶ τί ποιεῖ ἀδικία ὅτι ἀποκτέννει καὶ ἰδοὺ
ἡ ψυχή μου ἐκλείπει καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην καὶ ἀπέθανεν καὶ ἐτάφη ἐνδόξως
12
καὶ ὅτε ἀπέθανεν ἡ μήτηρ αὐτοῦ ἔθαψεν αὐτὴν Τωβιας μετὰ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπῆλθεν
αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ εἰς Μηδίαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ραγουήλου τοῦ πενθεροῦ
αὐτοῦ
13
καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἐκληρονόμησεν
τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ τοῦ πατρὸς αὐτοῦ
14
καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως
15
καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἶδεν τὴν αἰχμαλωσίαν
αὐτῆς ἀγομένην εἰς Μηδίαν ἣν ᾐχμαλώτισεν Αχιαχαρος ὁ βασιλεὺς τῆς Μηδίας καὶ εὐλόγησεν
τὸν θεὸν ἐν πᾶσιν οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας ἐχάρη πρὶν τοῦ ἀποθανεῖν
ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων