Isaiah 15
1 
               
               τὸ ῥῆμα τὸ κατὰ τῆς  Μωαβίτιδος νυκτὸς ἀπολεῖται ἡ  Μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς  Μωαβίτιδος
               2 
               
               λυπεῖσθε ἐφ’ ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ  Δηβων οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ  Ναβαυ τῆς  Μωαβίτιδος ὀλολύζετε
                  ἐπὶ πάσης κεφαλῆς  φαλάκρωμα πάντες βραχίονες  κατατετμημένοι
                  
               3 
               
               ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ
                  κλαυθμοῦ 
                  
               4 
               
               ὅτι κέκραγεν  Εσεβων καὶ  Ελεαλη ἕως  Ιασσα ἠκούσθη ἡ φωνὴ αὐτῶν διὰ τοῦτο ἡ ὀσφὺς τῆς  Μωαβίτιδος βοᾷ ἡ ψυχὴ αὐτῆς γνώσεται
                  
                  
               5 
               
               ἡ καρδία τῆς  Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως  Σηγωρ δάμαλις γάρ ἐστιν  τριετής ἐπὶ δὲ τῆς  ἀναβάσεως τῆς  Λουιθ πρὸς σὲ κλαίοντες
                  ἀναβήσονται τῇ ὁδῷ  Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός 
                  
               6 
               
               τὸ ὕδωρ τῆς  Νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται 
               7 
               
               μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν 
               8 
               
               συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς  Μωαβίτιδος τῆς  Αγαλλιμ καὶ  ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ  Αιλιμ
               9 
               
               τὸ δὲ ὕδωρ τὸ  Ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ  Ρεμμων Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα  Μωαβ καὶ  Αριηλ καὶ τὸ κατάλοιπον
                  Αδαμα