Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Luke : Chapter 15

Luke 1
Luke 2
Luke 3
Luke 4
Luke 5
Luke 6
Luke 7
Luke 8
Luke 9
Luke 10
Luke 11
Luke 12
Luke 13
Luke 14
Luke 15
Luke 16
Luke 17
Luke 18
Luke 19
Luke 20
Luke 21
Luke 22
Luke 23
Luke 24

Luke 15

1 Ἦσαν δὲ ἐγγίζοντες {NA ἐγγίζοντες αὐτῷ > αὐτῷ ἐγγίζοντες } αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ. 2 Καὶ διεγόγγυζον οἱ Φαρισαῖοι {NA Φαρισαῖοι > τε Φαρισαῖοι } καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς. 3 ¶Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων, 4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν {NA ἓν ἐξ αὐτῶν > ἐξ αὐτῶν ἓν } ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό; 5 Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ἑαυτοῦ {NA ἑαυτοῦ > αὐτοῦ } χαίρων. 6 Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7 Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται {NA ἔσται ἐν τῷ οὐρανῷ > ἐν τῷ οὐρανῷ ἔσται } ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. 8 ¶Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου {NA ὅτου > οὗ } εὕρῃ; 9 Καὶ εὑροῦσα συγκαλεῖται {NA συγκαλεῖται > συγκαλεῖ } τὰς φίλας καὶ τὰς {NA τὰς γείτονας > γείτονας } γείτονας, λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 Οὕτως, λέγω ὑμῖν, χαρὰ {NA χαρὰ γίνεται > γίνεται χαρὰ } γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. 11 ¶Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς· 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ {NA Καὶ διεῖλεν > Ὁ δὲ διεῖλεν } διεῖλεν αὐτοῖς τὸν βίον. 13 Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα {NA ἅπαντα > πάντα } ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. 14 Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς {NA ἰσχυρὸς > ἰσχυρὰ } κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. 16 Καὶ ἐπεθύμει γεμίσαι {NA γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ > χορτασθῆναι ἐκ } τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν, {NA εἶπεν > ἔφη } Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν {NA περισσεύουσιν > περισσεύονται } ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι· {NA ἀπόλλυμαι > ὧδε ἀπόλλυμαι } 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19 καὶ {NA καὶ > - } οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα {Byz πατέρα αὐτοῦ > πατέρα ἑαυτοῦ } {NA πατέρα αὐτοῦ > πατέρα ἑαυτοῦ } αὐτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 21 Εἶπεν δὲ αὐτῷ {NA αὐτῷ ὁ υἱός > ὁ υἱὸς αὐτῷ } ὁ υἱός, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ {NA καὶ οὐκέτι > οὐκέτι } οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. 22 Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ἐξενέγκατε {NA Ἐξενέγκατε τὴν > Ταχὺ ἐξενέγκατε } τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· 23 καὶ ἐνέγκαντες {NA ἐνέγκαντες > φέρετε } τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· καὶ {NA καὶ ἀπολωλὼς ἦν > ἦν ἀπολωλώς } ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. 25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν. 26 Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί εἴη {NA εἴη > ἂν εἴη } ταῦτα. 27 Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ οὖν {NA οὖν > δὲ } πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί, {NA πατρί > πατρὶ αὐτοῦ } Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30 Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον {NA μόσχον τὸν σιτευτόν > σιτευτὸν μόσχον } τὸν σιτευτόν. 31 Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32 Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησεν· {NA ἀνέζησεν καὶ ἀπολωλὼς ἦν > ἔζησεν καὶ ἀπολωλὼς } καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη.