Matt 15

1 Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ {NA οἱ > - } ἀπὸ Ἱεροσολύμων γραμματεῖς {NA γραμματεῖς καὶ Φαρισαῖοι > Φαρισαῖοι καὶ γραμματεῖς } καὶ Φαρισαῖοι, λέγοντες, 2 Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, {NA αὐτῶν > [αὐτῶν] } ὅταν ἄρτον ἐσθίωσιν. 3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4 Ὁ γὰρ θεὸς ἐνετείλατο, {NA ἐνετείλατο λέγων > εἶπεν } λέγων, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 5 ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ {NA καὶ > - } οὐ μὴ τιμήσῃ {NA τιμήσῃ > τιμήσει } τὸν πατέρα αὐτοῦ {NA αὐτοῦ ἢ τὴν μητέρα > - } ἢ τὴν μητέρα αὐτοῦ· 6 καὶ ἠκυρώσατε τὴν {NA τὴν ἐντολὴν > τὸν λόγον } ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν· 7 ὑποκριταί, καλῶς προεφήτευσεν {NA προεφήτευσεν > ἐπροφήτευσεν } περὶ ὑμῶν Ἠσαΐας, λέγων, 8 Ἐγγίζει {NA Ἐγγίζει μοι > - } μοι ὁ λαὸς οὗτος τῷ {NA τῷ στόματι αὐτῶν καὶ > - } στόματι αὐτῶν, καὶ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ. 9 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε. 11 Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ {NA αὐτοῦ εἶπον > λέγουσιν } εἶπον αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. 14 Ἄφετε αὐτούς· ὁδηγοί {NA ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν > τυφλοί εἰσιν ὁδηγοὶ [τυφλῶν] } εἰσιν τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. {NA ταύτην > [ταύτην] } 16 Ὁ δὲ Ἰησοῦς {NA Ἰησοῦς > - } εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 Οὔπω {NA Οὔπω > Οὐ } νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· 20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. 21 ¶Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν {NA ἐκραύγασεν αὐτῷ > ἔκραζεν } αὐτῷ, λέγουσα, Ἐλέησόν με, κύριε, υἱὲ {NA υἱὲ > υἱὸς } Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων {NA ἠρώτων > ἠρώτουν } αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν {NA προσεκύνησεν > προσεκύνει } αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. 26 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 Ἡ δὲ εἶπεν, Ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. 29 ¶Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ’ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, {NA κωφούς κυλλούς > κυλλούς κωφούς } κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ {NA τοῦ Ἰησοῦ > αὐτοῦ } Ἰησοῦ καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε τοὺς {NA τοὺς ὄχλους > τὸν ὄχλον } ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς {NA χωλοὺς > καὶ χωλοὺς } περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ. 32 ¶Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, {NA αὐτοῦ > - } Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, {NA εἶπον > εἶπαν } Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 Καὶ ἐκέλευσεν {NA ἐκέλευσεν τοῖς ὄχλοις > παραγγείλας τῷ ὄχλῳ } τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν· 36 καὶ {NA καὶ λαβὼν > ἔλαβεν } λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας {NA εὐχαριστήσας > καὶ εὐχαριστήσας } ἔκλασεν, καὶ ἔδωκεν {NA ἔδωκεν > ἐδίδου } τοῖς μαθηταῖς αὐτοῦ, {NA αὐτοῦ > - } οἱ δὲ μαθηταὶ τῷ {NA τῷ ὄχλῳ > τοῖς ὄχλοις } ὄχλῳ. 37 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν {NA ἦραν τὸ > τὸ } τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ {NA ἑπτὰ > ἦραν ἑπτὰ } σπυρίδας πλήρεις. 38 Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. 39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη {Byz ἐνέβη > ἀνέβη } εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά. {NA Μαγδαλά > Μαγαδάν }