Rev 15
1
Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς
ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
2
¶Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ
{Byz τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος > τῆς εἰκόνος καὶ ἐκ τοῦ θηρίου } θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ
τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας
{Byz ἔχοντας > ἔχοντας τὰς } κιθάρας τοῦ θεοῦ.
3
Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,
Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ
αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
4
Τίς οὐ μὴ φοβηθῇ σε,
{NA σε > - } κύριε, καὶ δοξάσῃ
{Byz δοξάσῃ > δοξάσει }
{NA δοξάσῃ > δοξάσει } τὸ ὄνομά σου; Ὅτι μόνος ἅγιος·
{NA ἅγιος > ὅσιος } ὅτι πάντα
{Byz πάντα τὰ ἔθνη > πάντες } τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5
¶Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ·
6
καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ
{NA οἱ ἔχοντες > [οἱ] ἔχοντες } ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ
{Byz ἐκ τοῦ ναοῦ > - } τοῦ ναοῦ, οἳ
{NA οἳ ἦσαν > - } ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς·
7
καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας
τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
8
Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ
{Byz καπνοῦ > ἐκ τοῦ καπνοῦ } ἐκ τῆς δόξης τοῦ θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἐδύνατο
{Byz ἐδύνατο > ἠδύνατο } εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.