Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 16

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 16

1 Καὶ ἤκουσα φωνῆς {NA φωνῆς μεγάλης > μεγάλης φωνῆς } μεγάλης ἐκ {Byz ἐκ τοῦ ναοῦ > - } τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, καὶ {Byz καὶ > - } ἐκχέατε {NA ἐκχέατε > ἐκχέετε } τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν. 2 ¶Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς {Byz εἰς > ἐπὶ } τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. 3 ¶Καὶ ὁ δεύτερος ἄγγελος {NA ἄγγελος > - } ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα {Byz ζῶσα > - } {NA ζῶσα ἀπέθανεν > ζωῆς ἀπέθανεν τὰ } ἀπέθανεν ἐν τῇ θαλάσσῃ. 4 ¶Καὶ ὁ τρίτος {Byz τρίτος > τρίτος ἄγγελος } ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς {NA εἰς τὰς > τὰς } τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. 5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ {Byz ὁ ὅσιος > ὅσιος } ὅσιος, ὅτι ταῦτα ἔκρινας· 6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας {NA ἔδωκας > [δ]έδωκας } πιεῖν· ἄξιοί εἰσιν. 7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος, Ναί, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. 8 ¶Καὶ ὁ τέταρτος ἄγγελος {Byz ἄγγελος > - } {NA ἄγγελος > - } ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν {Byz ἐν πυρὶ τοὺς ἀνθρώπους > τοὺς ἀνθρώπους ἐν πυρί } {NA ἐν πυρὶ τοὺς ἀνθρώπους > τοὺς ἀνθρώπους ἐν πυρί } πυρὶ τοὺς ἀνθρώπους. 9 Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ {NA οἱ ἄνθρωποι τὸ > τὸ } ἄνθρωποι τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ἐξουσίαν {NA ἐξουσίαν > τὴν ἐξουσίαν } ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. 10 ¶Καὶ ὁ πέμπτος {Byz πέμπτος > πέμπτος ἄγγελος } ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασῶντο {Byz ἐμασῶντο > ἐμασσῶντο } τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν. 12 ¶Καὶ ὁ ἕκτος {Byz ἕκτος > ἕκτος ἄγγελος } ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην· {NA Εὐφράτην > τὸν Εὐφράτην } καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς {Byz ἀνατολῆς > ἀνατολῶν } ἡλίου. 13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα ἀκάθαρτα {Byz ἀκάθαρτα τρία > τρία ἀκάθαρτα } {NA ἀκάθαρτα τρία > τρία ἀκάθαρτα } τρία ὡς βάτραχοι· 14 εἰσὶν γὰρ πνεύματα δαιμονίων {Byz δαιμονίων > δαιμόνων } ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης {NA ἐκείνης > - } τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος- 15 Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ- 16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών. {Byz Ἁρμαγεδών > Μαγεδών } 17 ¶Καὶ ὁ ἕβδομος {Byz ἕβδομος > ἕβδομος ἄγγελος } ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ {Byz ἐπὶ > εἰς } τὸν ἀέρα· καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἀπὸ {NA ἀπὸ τοῦ ναοῦ > ἐκ τοῦ ναοῦ } τοῦ ναοῦ τοῦ {NA τοῦ οὐρανοῦ > - } οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονεν. 18 Καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ {NA βρονταὶ καὶ φωναί > φωναὶ καὶ βρονταί } καὶ φωναί, καὶ σεισμὸς {Byz σεισμὸς > σεισμὸς ἐγένετο } {NA καὶ σεισμὸς > καὶ σεισμὸς ἐγένετο } μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ οἱ {NA οἱ ἄνθρωποι ἐγένοντο > ἄνθρωπος ἐγένετο } ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτως {NA οὕτως > οὕτω } μέγας. 19 Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον· {NA ἔπεσον > ἔπεσαν } καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. 20 Καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς {Byz αὐτῆς > αὕτη } σφόδρα.