1Cor 16
1
Περὶ δὲ τῆς λογίας
{NA λογίας > λογείας } τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς
ποιήσατε.
2
Κατὰ μίαν σαββάτων
{NA σαββάτων > σαββάτου } ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν
{NA ἂν > ἐὰν } εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι
{NA λογίαι > λογεῖαι } γίνωνται.
3
Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν
χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
4
ἐὰν δὲ ᾖ
{NA ᾖ ἄξιον > ἄξιον ᾖ } ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5
Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι·
6
πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7
Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω δὲ
{NA δὲ > γὰρ } χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέπῃ.
{NA ἐπιτρέπῃ > ἐπιτρέψῃ }
8
Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς·
9
θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10
¶Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται
ὡς καὶ
{NA καὶ ἐγώ > κἀγώ } ἐγώ.
11
Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι
γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12
Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν·
καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13
¶Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14
Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15
¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί- οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας,
καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς-
16
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17
Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου
{NA Φουρτουνάτου > Φορτουνάτου } καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν
{NA ὑμῶν > ὑμέτερον } ὑστέρημα οὗτοι ἀνεπλήρωσαν.
18
Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19
¶Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας·
{NA Ἀσίας ἀσπάζονται > Ἀσίας ἀσπάζεται } ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα,
{NA Πρίσκιλλα > Πρίσκα } σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20
Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21
¶Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
22
Εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν
{NA Ἰησοῦν χριστόν > - } χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν
{NA Μαρὰν ἀθά > Μαρανα θα } ἀθά.
23
Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ χριστοῦ
{NA χριστοῦ > - } μεθ’ ὑμῶν.
24
Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν χριστῷ Ἰησοῦ. Ἀμήν.
{NA Ἀμήν > - }