Acts 16
1
Κατήντησεν δὲ εἰς
{NA εἰς > [καὶ] εἰς } Δέρβην καὶ Λύστραν·
{NA Λύστραν > εἰς Λύστραν } καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικός τινος
{NA τινος > - } Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·
2
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3
Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους
τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν
{NA τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην > ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ } πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν.
4
Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν
{NA παρεδίδουν > παρεδίδοσαν } αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ
{NA καὶ τῶν > καὶ } τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.
{NA Ἱερουσαλήμ > Ἱεροσολύμοις }
5
Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν.
6
¶Διελθόντες
{NA Διελθόντες > Διῆλθον } δὲ τὴν Φρυγίαν καὶ τὴν
{NA τὴν Γαλατικὴν > Γαλατικὴν } Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
7
ἐλθόντες κατὰ
{NA ἐλθόντες > ἐλθόντες δὲ } τὴν Μυσίαν ἐπείραζον κατὰ
{NA κατὰ τὴν Βιθυνίαν πορεύεσθαι > εἰς τὴν Βιθυνίαν πορευθῆναι } τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα·
{NA πνεῦμα > πνεῦμα Ἰησοῦ }
8
παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
9
Καὶ ὅραμα διὰ τῆς
{NA τῆς > [τῆς] } νυκτὸς ὤφθη
{NA ὤφθη τῷ Παύλῳ > τῷ Παύλῳ ὤφθη } τῷ Παύλῳ· ἀνήρ τις
{NA τις ἦν Μακεδὼν > Μακεδών τις ἦν } ἦν Μακεδὼν ἑστώς,
{NA ἑστώς > ἑστὼς καὶ } παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν.
10
Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν
{NA τὴν > - } Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ κύριος
{NA κύριος > θεὸς } εὐαγγελίσασθαι αὐτούς.
11
¶Ἀναχθέντες οὖν {NA27/28 οὖν ἀπὸ τῆς > δὲ ἀπὸ }
{ECM οὖν ἀπὸ τῆς > οὖν ἀπὸ } ἀπὸ τῆς Τρῳάδος, εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ τε
{NA τε > δὲ } ἐπιούσῃ εἰς Νεάπολιν,
{NA Νεάπολιν > Νέαν Πόλιν }
12
ἐκεῖθέν
{NA ἐκεῖθέν τε > κἀκεῖθεν } τε εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος τῆς {NA27/28 πρώτη τῆς μερίδος τῆς
> πρώτη[ς] μερίδος τῆς ʽξςʼ }
{ECM πρώτη τῆς μερίδος τῆς > πρώτη τῆς μερίδος } Μακεδονίας πόλις, κολωνεία·
{NA κολωνεία > κολωνία } ἦμεν δὲ ἐν αὐτῇ
{NA αὐτῇ > ταύτῃ } τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
13
Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως
{NA πόλεως > πύλης } παρὰ ποταμόν, οὗ ἐνομίζετο {NA27/28 ἐνομίζετο προσευχὴ > ἐνομίζομεν προσευχὴν } προσευχὴ
εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
14
Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν θεόν, ἤκουεν·
ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
15
Ὡς δὲ ἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ
κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε.
{NA μείνατε > μένετε } Καὶ παρεβιάσατο ἡμᾶς.
16
¶Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχήν,
{NA προσευχήν > τὴν προσευχήν } παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνος
{NA Πύθωνος ἀπαντῆσαι > Πύθωνα ὑπαντῆσαι } ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς, μαντευομένη.
17
Αὕτη κατακολουθήσασα {NA27/28 κατακολουθήσασα > κατακολουθοῦσα } τῷ Παύλῳ καὶ ἡμῖν,
{Byz καὶ ἡμῖν > καὶ τῷ Σίλᾳ } ἔκραζεν λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν
ἡμῖν
{NA ἡμῖν ὁδὸν > ὑμῖν ὁδὸν } ὁδὸν σωτηρίας.
18
Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ὁ
{NA ὁ > - } Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν τῷ
{NA τῷ ὀνόματι > ὀνόματι } ὀνόματι Ἰησοῦ χριστοῦ, ἐξελθεῖν ἀπ’ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19
¶Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν
Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20
καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον,
{NA εἶπον > εἶπαν } Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,
21
καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν.
22
Καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρρήξαντες
{NA περιρρήξαντες > περιρήξαντες } αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν.
23
Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι
ἀσφαλῶς τηρεῖν αὐτούς·
24
ὅς, παραγγελίαν τοιαύτην εἰληφώς,
{NA εἰληφώς > λαβών } ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδας αὐτῶν
{NA αὐτῶν ἠσφαλίσατο > ἠσφαλίσατο αὐτῶν } ἠσφαλίσατο εἰς τὸ ξύλον.
25
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο
δὲ αὐτῶν οἱ δέσμιοι·
26
ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν
{NA ἀνεῴχθησάν τε > ἠνεῴχθησαν δὲ } τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27
Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος
μάχαιραν, {NA27/28 μάχαιραν > [τὴν] μάχαιραν } ἔμελλεν
{NA ἔμελλεν > ἤμελλεν } ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28
Ἐφώνησεν δὲ φωνῇ {NA27/28 φωνῇ μεγάλῃ ὁ > μεγάλῃ φωνῇ [ὁ] } μεγάλῃ ὁ Παῦλος λέγων,
Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29
Αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ
{NA τῷ Σίλᾳ > [τῷ] Σιλᾷ } Σίλᾳ,
30
καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31
Οἱ δὲ εἶπον,
{NA εἶπον > εἶπαν } Πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν χριστόν,
{NA χριστόν > - } καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32
Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου, καὶ
{NA καὶ πᾶσιν > σὺν πᾶσιν } πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33
Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη
αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα.
34
Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ
{NA αὐτοῦ > - } παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιᾶτο
{NA ἠγαλλιᾶτο πανοικὶ > ἠγαλλιάσατο πανοικεὶ } πανοικὶ πεπιστευκὼς τῷ θεῷ.
35
¶Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς
ἀνθρώπους ἐκείνους.
36
Ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους
{NA τούτους > [τούτους] } πρὸς τὸν Παῦλον ὅτι Ἀπεστάλκασιν
{NA Ἀπεστάλκασιν > Ἀπέσταλκαν } οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
37
Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους
ὑπάρχοντας, ἔβαλον
{NA ἔβαλον > ἔβαλαν } εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἐξαγαγέτωσαν.
{NA ἐξαγαγέτωσαν > ἡμᾶς ἐξαγαγέτωσαν }
38
Ἀνήγγειλαν
{NA Ἀνήγγειλαν > Ἀπήγγειλαν } δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ
{NA καὶ ἐφοβήθησαν > ἐφοβήθησαν δὲ } ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
39
καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν
{NA ἐξελθεῖν > ἀπελθεῖν ἀπὸ } τῆς πόλεως.
40
Ἐξελθόντες δὲ ἐκ
{NA ἐκ > ἀπὸ } τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες τοὺς
{NA τοὺς ἀδελφούς παρεκάλεσαν αὐτούς > παρεκάλεσαν τοὺς ἀδελφούς } ἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶ ἐξῆλθον.
{NA ἐξῆλθον > ἐξῆλθαν }