John 16
1
Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε.
2
Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν
προσφέρειν τῷ θεῷ.
3
Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
4
Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα,
{NA ὥρα > ὥρα αὐτῶν } μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’
ὑμῶν ἤμην.
5
Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις;
6
Ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
7
Ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ
{NA ἐγὼ μὴ > μὴ } μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς
ὑμᾶς.
8
Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
9
περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
10
περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα μου
{NA μου > - } ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με·
11
περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12
Ἔτι πολλὰ ἔχω λέγειν
{NA λέγειν ὑμῖν > ὑμῖν λέγειν } ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι.
13
Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς
{NA εἰς πᾶσαν τὴν ἀλήθειαν > ἐν τῇ ἀληθείᾳ πάσῃ } πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν
{NA ἂν ἀκούσῃ > ἀκούσει } ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
14
Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται,
{NA λήψεται > λήμψεται } καὶ ἀναγγελεῖ ὑμῖν.
15
Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει, καὶ ἀναγγελεῖ
ὑμῖν.
16
Μικρὸν καὶ οὐ
{NA οὐ > οὐκέτι } θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι
{NA ὅτι ὑπάγω πρὸς τὸν πατέρα > - } ὑπάγω πρὸς τὸν πατέρα.
17
Εἶπον
{NA Εἶπον > Εἶπαν } οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ
θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ
{NA Ἐγὼ > - } ὑπάγω πρὸς τὸν πατέρα;
18
Ἔλεγον οὖν, Τοῦτο
{NA Τοῦτο τί ἐστιν ὃ λέγει > Τί ἐστιν τοῦτο [ὃ λέγει] } τί ἐστιν ὃ λέγει, τὸ μικρόν; Οὐκ οἴδαμεν τί λαλεῖ.
19
Ἔγνω οὖν
{NA οὖν ὁ > [ὁ] } ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων,
ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
20
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς
δὲ
{NA δὲ λυπηθήσεσθε > λυπηθήσεσθε } λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
21
Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι
μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
22
Καὶ ὑμεῖς οὖν λύπην
{NA λύπην μὲν νῦν > νῦν μὲν λύπην } μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν
οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.
23
Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι
{NA ὅτι ὅσα ἂν > ἄν τι } ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.
24
Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε,
{NA λήψεσθε > λήμψεσθε } ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25
¶Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ’
{NA ἀλλ’ > - } ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ
{NA ἀναγγελῶ > ἀπαγγελῶ } ὑμῖν.
26
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν
πατέρα περὶ ὑμῶν·
27
αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ
τοῦ
{NA τοῦ > [τοῦ] } θεοῦ ἐξῆλθον.
28
Ἐξῆλθον παρὰ τοῦ πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ
πορεύομαι πρὸς τὸν πατέρα.
29
Λέγουσιν αὐτῷ
{NA αὐτῷ > - } οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν παρρησίᾳ
{NA παρρησίᾳ > ἐν παρρησίᾳ } λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
30
Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν
ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
31
Ἀπεκρίθη αὐτοῖς ὁ
{NA ὁ > - } Ἰησοῦς, Ἄρτι πιστεύετε;
32
Ἰδού, ἔρχεται ὥρα καὶ νῦν
{NA νῦν > - } ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ
{NA καὶ ἐμὲ > κἀμὲ } ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.
33
Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε,
ἐγὼ νενίκηκα τὸν κόσμον.