Matt 17
1
Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν
αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν.
2
Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια
αὐτοῦ ἐγένοντο
{Byz ἐγένοντο > ἐγένετο }
{NA ἐγένοντο > ἐγένετο } λευκὰ ὡς τὸ φῶς.
3
Καὶ ἰδού, ὤφθησαν
{NA ὤφθησαν > ὤφθη } αὐτοῖς Μωσῆς
{NA Μωσῆς > Μωϋσῆς } καὶ Ἠλίας, μετ’
{NA μετ’ αὐτοῦ συλλαλοῦντες > συλλαλοῦντες μετ’ αὐτοῦ } αὐτοῦ συλλαλοῦντες.
4
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις,
ποιήσωμεν
{NA ποιήσωμεν > ποιήσω } ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ
{NA Μωσῇ > Μωϋσεῖ } μίαν, καὶ μίαν
{NA μίαν Ἠλίᾳ > Ἠλίᾳ μίαν } Ἠλίᾳ.
5
Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς
νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ
{NA αὐτοῦ ἀκούετε > ἀκούετε αὐτοῦ } ἀκούετε.
6
Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον
{NA ἔπεσον > ἔπεσαν } ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.
7
Καὶ προσελθὼν
{NA προσελθὼν > προσῆλθεν } ὁ Ἰησοῦς ἥψατο
{NA ἥψατο αὐτῶν καὶ > καὶ ἁψάμενος αὐτῶν } αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
8
Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν
{NA τὸν > αὐτὸν } Ἰησοῦν μόνον.
9
¶Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε
τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
{NA ἀναστῇ > ἐγερθῇ }
10
Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ
{NA αὐτοῦ > - } λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11
Ὁ δὲ Ἰησοῦς
{NA Ἰησοῦς > - } ἀποκριθεὶς εἶπεν αὐτοῖς,
{NA αὐτοῖς > - } Ἠλίας μὲν ἔρχεται πρῶτον,
{NA πρῶτον > - } καὶ ἀποκαταστήσει πάντα·
12
λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα
ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν.
13
Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14
¶Καὶ ἐλθόντων αὐτῶν
{NA αὐτῶν > - } πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
15
καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις
γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16
Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
17
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι
{NA ἔσομαι μεθ’ ὑμῶν > μεθ’ ὑμῶν ἔσομαι } μεθ’ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
18
Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ
παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19
Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν
ἐκβαλεῖν αὐτό;
20
Ὁ δὲ Ἰησοῦς
{NA Ἰησοῦς εἶπεν > λέγει } εἶπεν αὐτοῖς, Διὰ τὴν ἀπιστίαν
{NA ἀπιστίαν > ὀλιγοπιστίαν } ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ,
Μετάβηθι
{NA Μετάβηθι ἐντεῦθεν > Μετάβα ἔνθεν } ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
21
Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
{NA ~ }
22
¶Ἀναστρεφομένων
{NA Ἀναστρεφομένων > Συστρεφομένων } δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι
εἰς χεῖρας ἀνθρώπων,
23
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
24
¶Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ,
{NA Καπερναούμ > Καφαρναούμ } προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον,
{NA εἶπον > εἶπαν } Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ
{NA τελεῖ τὰ > τελεῖ [τὰ] } δίδραχμα;
25
Λέγει, Ναί. Καὶ ὅτε
{NA ὅτε εἰσῆλθεν > ἐλθόντα } εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ
βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν
ἀλλοτρίων;
26
Λέγει
{NA Λέγει αὐτῷ ὁ Πέτρος > Εἰπόντος δέ } αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27
Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν
{NA τὴν > - } θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα
{Byz ἀναβαίνοντα > ἀναβάντα }
{NA ἀναβαίνοντα > ἀναβάντα } πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς
αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.