Acts 17
1
Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν,
{NA Ἀπολλωνίαν > τὴν Ἀπολλωνίαν } ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ
{NA ἡ > - } συναγωγὴ τῶν Ἰουδαίων·
2
κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς
ἀπὸ τῶν γραφῶν,
3
διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν,
καὶ ὅτι Οὗτός ἐστιν ὁ χριστὸς Ἰησοῦς,
{NA Ἰησοῦς > [ὁ] Ἰησοῦς } ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4
Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων
Ἑλλήνων πολὺ
{NA πολὺ πλῆθος > πλῆθος πολύ } πλῆθος, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5
Προσλαβόμενοι
{NA Προσλαβόμενοι > Ζηλώσαντες } δὲ οἱ Ἰουδαῖοι οἱ
{NA οἱ ἀπειθοῦντες > καὶ προσλαβόμενοι } ἀπειθοῦντες, τῶν ἀγοραίων τινὰς
{NA τινὰς ἄνδρας > ἄνδρας τινὰς } ἄνδρας πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες
{NA ἐπιστάντες τε > καὶ ἐπιστάντες } τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν
{NA ἀγαγεῖν > προαγαγεῖν } εἰς τὸν δῆμον.
6
Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον τὸν
{NA τὸν > - } Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες,
οὗτοι καὶ ἐνθάδε πάρεισιν,
7
οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν,
βασιλέα λέγοντες
{NA λέγοντες ἕτερον > ἕτερον λέγοντες } ἕτερον εἶναι, Ἰησοῦν.
8
Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.
9
Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
10
¶Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς
{NA τῆς > - } νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινες παραγενόμενοι εἰς
τὴν συναγωγὴν ἀπῄεσαν
{NA ἀπῄεσαν τῶν Ἰουδαίων > τῶν Ἰουδαίων ἀπῄεσαν } τῶν Ἰουδαίων.
11
Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης
προθυμίας, τὸ
{NA τὸ > - } καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτως.
12
Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ
ἀνδρῶν οὐκ ὀλίγοι.
13
Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ
τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς
{NA τοὺς > καὶ ταράσσοντες τοὺς } ὄχλους.
14
Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς
{NA ὡς > ἕως } ἐπὶ τὴν θάλασσαν· ὑπέμενον
{NA ὑπέμενον δὲ > ὑπέμεινάν τε } δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
15
Οἱ δὲ καθιστῶντες
{NA καθιστῶντες > καθιστάνοντες } τὸν Παῦλον, ἤγαγον αὐτὸν
{NA αὐτὸν ἕως > ἕως } ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον,
{NA Τιμόθεον > τὸν Τιμόθεον } ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.
16
¶Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ,
θεωροῦντι
{NA θεωροῦντι > θεωροῦντος } κατείδωλον οὖσαν τὴν πόλιν.
17
Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ
κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
18
Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν
{NA τῶν Στοϊκῶν > Στοϊκῶν } Στοϊκῶν
{Byz Στοϊκῶν > Στωϊκῶν } φιλοσόφων συνέβαλλον αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;
Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
19
Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι, τίς
ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
20
Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, τί
{NA τί ἂν θέλοι > τίνα θέλει } ἂν θέλοι ταῦτα εἶναι-
21
Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν,
{NA εὐκαίρουν > ηὐκαίρουν } ἢ λέγειν τι καὶ
{NA καὶ ἀκούειν > ἢ ἀκούειν τι } ἀκούειν καινότερον.
22
¶Σταθεὶς δὲ ὁ
{NA ὁ > [ὁ] } Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους
ὑμᾶς θεωρῶ.
23
Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο,
Ἀγνώστῳ θεῷ. Ὃν
{NA Ὃν > Ὃ } οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον
{NA τοῦτον > τοῦτο } ἐγὼ καταγγέλλω ὑμῖν.
24
Ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς κύριος
{NA κύριος ὑπάρχων > ὑπάρχων κύριος } ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
25
οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων
{NA ἀνθρώπων > ἀνθρωπίνων } θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν κατὰ
{NA κατὰ > καὶ τὰ } πάντα·
26
ἐποίησέν τε ἐξ ἑνὸς αἵματος
{NA αἵματος > - } πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ πᾶν
{NA πᾶν τὸ πρόσωπον > παντὸς προσώπου } τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας
αὐτῶν·
27
ζητεῖν τὸν κύριον,
{NA κύριον > θεόν } εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
28
Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν· ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν,
Τοῦ γὰρ καὶ γένος ἐσμέν.
29
Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι
τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
30
Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις
πᾶσιν
{NA πᾶσιν > πάντας } πανταχοῦ μετανοεῖν·
31
διότι
{NA διότι > καθότι } ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν,
πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32
¶Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπον,
{NA εἶπον > εἶπαν } Ἀκουσόμεθά σου πάλιν
{NA πάλιν περὶ τούτου > περὶ τούτου καὶ πάλιν } περὶ τούτου.
33
Καὶ
{NA Καὶ > - } οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
34
Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης,
καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.