Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : John : Chapter 17

John 1
John 2
John 3
John 4
John 5
John 6
John 7
John 8
John 9
John 10
John 11
John 12
John 13
John 14
John 15
John 16
John 17
John 18
John 19
John 20
John 21

John 17

1 Ταῦτα ἐλάλησεν ὁ {NA ὁ Ἰησοῦς καὶ ἐπῆρεν > Ἰησοῦς καὶ ἐπάρας } Ἰησοῦς, καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ {NA καὶ εἶπεν > εἶπεν } εἶπεν, Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ {NA καὶ ὁ υἱός σου > ὁ υἱὸς } ὁ υἱός σου δοξάσῃ σε· 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει {NA δώσει > δώσῃ } αὐτοῖς ζωὴν αἰώνιον. 3 Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν. 4 Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα {NA ἐτελείωσα > τελειώσας } ὃ δέδωκάς μοι ἵνα ποιήσω. 5 Καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς {NA δέδωκάς μοι > ἔδωκάς μοι } μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ {NA καὶ ἐμοὶ > κἀμοὶ } ἐμοὶ αὐτοὺς δέδωκας· {NA δέδωκας καὶ > ἔδωκας καὶ } καὶ τὸν λόγον σου τετηρήκασιν. {NA τετηρήκασιν > τετήρηκαν } 7 Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν· {NA ἐστιν > εἰσιν } 8 ὅτι τὰ ῥήματα ἃ δέδωκάς {NA δέδωκάς > ἔδωκάς } μοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9 Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν· 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι {NA οὗτοι > αὐτοὶ } ἐν τῷ κόσμῳ εἰσίν, καὶ {NA καὶ ἐγὼ > κἀγὼ } ἐγὼ πρός σε ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς. 12 Ὅτε ἤμην μετ’ αὐτῶν ἐν {NA ἐν τῷ κόσμῳ > - } τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς {NA οὓς > ᾧ } δέδωκάς μοι, {NA μοι > μοι καὶ } ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 Νῦν δὲ πρός σε ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς. {NA αὐτοῖς > ἑαυτοῖς } 14 Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 Ἐκ τοῦ κόσμου οὐκ εἰσίν, καθὼς ἐγὼ ἐκ {NA ἐκ τοῦ κόσμου οὐκ εἰμί > οὐκ εἰμὶ ἐκ τοῦ κόσμου } τοῦ κόσμου οὐκ εἰμί. 17 Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· {NA σου > - } ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον. 19 Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ {NA καὶ αὐτοὶ ὦσιν > ὦσιν καὶ αὐτοὶ } αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. 20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· 21 ἵνα πάντες ἓν ὦσιν· καθὼς σύ, πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν {NA ἡμῖν ἓν > ἡμῖν } ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ {NA πιστεύσῃ > πιστεύῃ } ὅτι σύ με ἀπέστειλας. 22 Καὶ {NA Καὶ ἐγὼ > Κἀγὼ } ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. {NA ἐσμεν > - } 23 Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, καὶ {NA καὶ ἵνα > ἵνα } ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας. 24 Πάτερ, οὓς {NA οὓς > ὃ } δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ· ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν ἔδωκάς {Byz ἔδωκάς > δέδωκάς } {NA ἔδωκάς > δέδωκάς } μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. 25 Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.