Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Luke : Chapter 17

Luke 1
Luke 2
Luke 3
Luke 4
Luke 5
Luke 6
Luke 7
Luke 8
Luke 9
Luke 10
Luke 11
Luke 12
Luke 13
Luke 14
Luke 15
Luke 16
Luke 17
Luke 18
Luke 19
Luke 20
Luke 21
Luke 22
Luke 23
Luke 24

Luke 17

1 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, {NA μαθητάς > μαθητὰς αὐτοῦ } Ἀνένδεκτόν ἐστιν τοῦ μὴ {NA μὴ ἐλθεῖν τὰ σκάνδαλα > τὰ σκάνδαλα μὴ ἐλθεῖν } ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ {NA οὐαὶ δὲ > πλὴν οὐαὶ } δὲ δι’ οὗ ἔρχεται. 2 Λυσιτελεῖ αὐτῷ εἰ μύλος {NA μύλος ὀνικὸς > λίθος μυλικὸς } ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα {NA ἕνα τῶν μικρῶν τούτων > τῶν μικρῶν τούτων ἕνα } τῶν μικρῶν τούτων. 3 Προσέχετε ἑαυτοῖς. Ἐὰν δὲ {NA δὲ ἁμάρτῃ εἰς σὲ > ἁμάρτῃ } ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. 4 Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ {NA ἁμάρτῃ > ἁμαρτήσῃ } εἰς σέ, καὶ ἑπτάκις τῆς {NA τῆς ἡμέρας ἐπιστρέψῃ > ἐπιστρέψῃ πρὸς σέ } ἡμέρας ἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ. 5 ¶Καὶ εἶπον {NA εἶπον > εἶπαν } οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. 6 Εἶπεν δὲ ὁ κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, {NA ταύτῃ > [ταύτῃ] } Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. 7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ {NA ἐρεῖ > ἐρεῖ αὐτῷ } εὐθέως, Παρελθὼν ἀνάπεσε· 8 ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 Μὴ χάριν {NA χάριν ἔχει > ἔχει χάριν } ἔχει τῷ δούλῳ ἐκείνῳ {NA ἐκείνῳ > - } ὅτι ἐποίησεν τὰ διαταχθέντα; Οὐ {NA Οὐ δοκῶ > - } δοκῶ. 10 Οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὅτι {NA ὅτι ὃ ὀφείλομεν > ὃ ὠφείλομεν } ὃ ὀφείλομεν {Byz ὀφείλομεν > ὠφείλομεν } ποιῆσαι πεποιήκαμεν. 11 ¶Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν {NA αὐτὸν > - } εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσου {NA μέσου > μέσον } Σαμαρείας καὶ Γαλιλαίας. 12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ {NA αὐτῷ > [αὐτῷ] } δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν· 13 καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. 15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν· 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. {NA Σαμαρείτης > Σαμαρίτης } 17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; 18 Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε. 20 ¶Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως· 21 οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, ἤ, Ἰδοὺ {NA Ἰδοὺ ἐκεῖ > Ἐκεῖ } ἐκεῖ. Ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν. 22 ¶Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23 Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ὧδε, {NA ὧδε ἤ Ἰδοὺ ἐκεῖ > ἐκεῖ [ἤ] Ἰδοὺ ὧδε } ἤ, Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε, μηδὲ διώξητε. 24 Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ {NA ἡ ἀστράπτουσα > ἀστράπτουσα } ἀστράπτουσα ἐκ τῆς ὑπ’ {NA ὑπ’ οὐρανὸν εἰς > ὑπὸ τὸν οὐρανὸν εἰς } οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν {NA ἐν τῇ ἡμέρᾳ αὐτοῦ > [ἐν τῇ ἡμέρᾳ αὐτοῦ] } τῇ ἡμέρᾳ αὐτοῦ. 25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 27 Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, {NA ἐξεγαμίζοντο > ἐγαμίζοντο } ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν ἅπαντας. {NA ἅπαντας > πάντας } 28 Ὁμοίως καὶ {NA καὶ ὡς > καθὼς } ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ, καὶ ἀπώλεσεν ἅπαντας· {NA ἅπαντας > πάντας } 30 κατὰ ταῦτα {NA ταῦτα > τὰ αὐτὰ } ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν τῷ {NA τῷ > - } ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 Μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι {NA σῶσαι > περιποιήσασθαι } ἀπολέσει αὐτήν· καὶ {NA καὶ ὃς ἐὰν > ὃς δ’ ἂν } ὃς ἐὰν ἀπολέσῃ {NA ἀπολέσῃ αὐτὴν > ἀπολέσῃ } αὐτὴν ζῳογονήσει αὐτήν. 34 Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· εἷς {NA εἷς παραληφθήσεται > ὁ εἷς παραλημφθήσεται } παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. 35 Δύο {NA Δύο ἔσονται > Ἔσονται δύο } ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· μία {NA μία παραληφθήσεται καὶ ἡ > ἡ μία παραλημφθήσεται ἡ δὲ } παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται. 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται {NA συναχθήσονται οἱ ἀετοί > καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται } οἱ ἀετοί.