Rev 17
1
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ’ ἐμοῦ,
λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν
{NA τῶν ὑδάτων τῶν > ὑδάτων } ὑδάτων τῶν πολλῶν·
2
μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ
τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
3
Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον,
γέμον
{NA γέμον > γέμον[τα] } ὀνόματα
{Byz ὀνόματα > ὀνομάτων } βλασφημίας, ἔχον
{NA ἔχον > ἔχων } κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4
Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν
{Byz πορφυροῦν > πορφύραν } καὶ κόκκινον, κεχρυσωμένη
{NA κεχρυσωμένη > καὶ κεχρυσωμένη } χρυσίῳ
{Byz χρυσίῳ > χρυσῷ } καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον
{Byz ποτήριον χρυσοῦν > χρυσοῦν ποτήριον } χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας
{Byz πορνείας αὐτῆς > πορνείας τῆς γῆς } αὐτῆς,
5
καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν
πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6
Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν
{Byz μεθύουσαν ἐκ > μεθύουσαν } ἐκ τοῦ αἵματος τῶν ἁγίων,
{Byz ἁγίων ἐκ > ἁγίων καὶ ἐκ }
{NA ἁγίων ἐκ > ἁγίων καὶ ἐκ } ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα.
7
Καὶ εἶπέν μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼ ἐρῶ
{Byz ἐρῶ σοι > σοι ἐρῶ } σοι τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος
τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8
Τὸ θηρίον, ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς
ἀπώλειαν ὑπάγειν.
{NA ὑπάγειν > ὑπάγει } Καὶ θαυμάσονται
{NA θαυμάσονται > θαυμασθήσονται } οἱ κατοικοῦντες ἐπὶ
{Byz ἐπὶ τῆς γῆς > τὴν γῆν } τῆς γῆς, ὧν οὐ γέγραπται τὰ
{NA τὰ ὀνόματα > τὸ ὄνομα } ὀνόματα
{Byz τὰ ὀνόματα > τὸ ὄνομα } ἐπὶ τὸ
{Byz τὸ βιβλίον > τοῦ βιβλίου } βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων ὅτι
{Byz ὅτι ἦν τὸ θηρίον > τὸ θηρίον ὅτι ἦν }
{NA ὅτι ἦν τὸ θηρίον > τὸ θηρίον ὅτι ἦν } ἦν τὸ θηρίον, καὶ οὐκ ἔστιν, καὶ παρέσται.
9
Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’
αὐτῶν.
10
Καὶ βασιλεῖς εἰσιν
{Byz εἰσιν ἑπτά > ἑπτά εἰσιν }
{NA εἰσιν ἑπτά > ἑπτά εἰσιν } ἑπτά· οἱ πέντε ἔπεσον,
{Byz ἔπεσον > ἔπεσαν }
{NA ἔπεσον > ἔπεσαν } ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν· καί, ὅταν ἔλθῃ, ὀλίγον δεῖ
{Byz δεῖ αὐτὸν > αὐτὸν δεῖ }
{NA δεῖ αὐτὸν > αὐτὸν δεῖ } αὐτὸν μεῖναι.
11
Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστιν, καὶ αὐτὸς
{Byz αὐτὸς > οὗτος } ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12
Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.
13
Οὗτοι μίαν ἔχουσιν
{Byz ἔχουσιν γνώμην > γνώμην ἔχουσιν }
{NA ἔχουσιν γνώμην > γνώμην ἔχουσιν } γνώμην, καὶ τὴν δύναμιν καὶ τὴν
{Byz τὴν ἐξουσίαν > ἐξουσίαν }
{NA τὴν ἐξουσίαν > ἐξουσίαν } ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14
Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων
ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15
Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσίν, καὶ ἔθνη
καὶ γλῶσσαι.
16
Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, καὶ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, καὶ ἠρημωμένην
ποιήσουσιν αὐτὴν καὶ γυμνὴν
{NA γυμνὴν ποιήσουσιν αὐτήν > γυμνήν } ποιήσουσιν
{Byz ποιήσουσιν αὐτήν > - } αὐτήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17
Ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι γνώμην
{NA γνώμην μίαν > μίαν γνώμην } μίαν, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῶσιν
{Byz τελεσθῶσιν > τελεσθήσονται }
{NA τελεσθῶσιν > τελεσθήσονται } οἱ λόγοι τοῦ θεοῦ.
18
Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων
τῆς γῆς.