Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : John : Chapter 18

John 1
John 2
John 3
John 4
John 5
John 6
John 7
John 8
John 9
John 10
John 11
John 12
John 13
John 14
John 15
John 16
John 17
John 18
John 19
John 20
John 21

John 18

1 Ταῦτα εἰπὼν ὁ {NA ὁ > - } Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν {NA τῶν > τοῦ } Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη {Byz συνήχθη > συνήχθη καὶ } ὁ Ἰησοῦς {NA ὁ Ἰησοῦς > Ἰησοῦς } ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων {NA Φαρισαίων > ἐκ τῶν Φαρισαίων } ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. 4 Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτόν, ἐξελθὼν {NA ἐξελθὼν εἶπεν > ἐξῆλθεν καὶ λέγει } εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε; 5 Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς, Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. 6 Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι {NA ὅτι > - } Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον {NA ἔπεσον > ἔπεσαν } χαμαί. 7 Πάλιν οὖν αὐτοὺς {NA αὐτοὺς ἐπηρώτησεν > ἐπηρώτησεν αὐτούς } ἐπηρώτησεν, Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον, {NA εἶπον > εἶπαν } Ἰησοῦν τὸν Ναζωραῖον. 8 Ἀπεκρίθη Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον {NA ὠτίον > ὠτάριον } τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν {Byz μάχαιραν > μάχαιράν σου } εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό; 12 ¶Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, 13 καὶ ἀπήγαγον {NA ἀπήγαγον αὐτὸν > ἤγαγον } αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. 14 Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι {NA ἀπολέσθαι > ἀποθανεῖν } ὑπὲρ τοῦ λαοῦ. 15 ¶Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁ {NA ὁ ἄλλος > ἄλλος } ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· 16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὃς {NA ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ > ὁ γνωστὸς τοῦ ἀρχιερέως } ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 Λέγει οὖν ἡ {NA ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ > τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός } παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί. 18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ’ {NA μετ’ αὐτῶν ὁ Πέτρος > καὶ ὁ Πέτρος μετ’ αὐτῶν } αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος. 19 ¶Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 Ἀπεκρίθη αὐτῷ ὁ {NA ὁ > - } Ἰησοῦς, Ἐγὼ παρρησίᾳ ἐλάλησα {NA ἐλάλησα τῷ > λελάληκα τῷ } τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε {NA πάντοτε οἱ > πάντες οἱ } οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. 21 Τί με ἐπερωτᾷς; {NA ἐπερωτᾷς Ἐπερώτησον > ἐρωτᾷς Ἐρώτησον } Ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. 22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν {NA τῶν ὑπηρετῶν παρεστηκὼς > παρεστηκὼς τῶν ὑπηρετῶν } ὑπηρετῶν παρεστηκὼς ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 Ἀπεκρίθη αὐτῷ ὁ {NA ὁ > - } Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 Ἀπέστειλεν αὐτὸν {NA αὐτὸν > οὖν αὐτὸν } ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. 25 ¶Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο οὖν {NA οὖν ἐκεῖνος > ἐκεῖνος } ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί. 26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ; 27 Πάλιν οὖν ἠρνήσατο ὁ {NA ὁ > - } Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 28 ¶Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ, {Byz πρωΐ > πρωΐα } καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ {NA ἀλλ’ ἵνα > ἀλλὰ } ἵνα φάγωσιν τὸ Πάσχα. 29 Ἐξῆλθεν οὖν ὁ Πιλάτος πρὸς {NA πρὸς > ἔξω πρὸς } αὐτούς, καὶ εἶπεν, {NA εἶπεν > φησίν } Τίνα κατηγορίαν φέρετε κατὰ {NA κατὰ > [κατὰ] } τοῦ ἀνθρώπου τούτου; 30 Ἀπεκρίθησαν καὶ εἶπον {NA εἶπον > εἶπαν } αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακοποιός, {NA κακοποιός > κακὸν ποιῶν } οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 Εἶπεν οὖν αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν {NA οὖν αὐτῷ > αὐτῷ } αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν {Byz ἔμελλεν > ἤμελλεν } {NA ἔμελλεν > ἤμελλεν } ἀποθνῄσκειν. 33 ¶Εἰσῆλθεν οὖν εἰς {NA εἰς τὸ πραιτώριον πάλιν > πάλιν εἰς τὸ πραιτώριον } τὸ πραιτώριον πάλιν ὁ Πιλάτος, καὶ ἐφώνησεν τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34 Ἀπεκρίθη αὐτῷ {NA αὐτῷ ὁ > - } ὁ Ἰησοῦς, Ἀφ’ {NA Ἀφ’ ἑαυτοῦ > Ἀπὸ σεαυτοῦ } ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι {NA σοι εἶπον > εἶπόν σοι } εἶπον περὶ ἐμοῦ; 35 Ἀπεκρίθη ὁ Πιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 Ἀπεκρίθη Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν {NA ἂν > - } οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα {NA ἵνα > [ἂν] ἵνα } μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη {Byz Ἰησοῦς > ὁ Ἰησοῦς } Ἰησοῦς, {NA Ἰησοῦς > ὁ Ἰησοῦς } Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. {NA εἰμι ἐγώ > εἰμι } Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 Λέγει αὐτῷ ὁ Πιλάτος, Τί ἐστιν ἀλήθεια; ¶Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν αἰτίαν {NA αἰτίαν εὑρίσκω ἐν αὐτῷ > εὑρίσκω ἐν αὐτῷ αἰτίαν } εὑρίσκω ἐν αὐτῷ. 39 Ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ὑμῖν {NA ὑμῖν ἀπολύσω ἐν > ἀπολύσω ὑμῖν ἐν } ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν ὑμῖν {NA ὑμῖν ἀπολύσω τὸν > ἀπολύσω ὑμῖν τὸν } ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων; 40 Ἐκραύγασαν οὖν πάλιν πάντες, {NA πάντες > - } λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.