Luke 18
1
Ἔλεγεν δὲ καὶ
{NA καὶ παραβολὴν > παραβολὴν } παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ
{NA προσεύχεσθαι > προσεύχεσθαι αὐτοὺς } μὴ ἐκκακεῖν,
{NA ἐκκακεῖν > ἐγκακεῖν }
2
λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος·
3
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ
ἀντιδίκου μου.
4
Καὶ οὐκ ἠθέλησεν
{NA ἠθέλησεν > ἤθελεν } ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι, καὶ
{NA καὶ ἄνθρωπον οὐκ > οὐδὲ ἄνθρωπον } ἄνθρωπον οὐκ ἐντρέπομαι·
5
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη
ὑποπιάζῃ
{NA ὑποπιάζῃ > ὑπωπιάζῃ } με.
6
Εἶπεν δὲ ὁ κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.
7
Ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ
{Byz ποιήσῃ > ποιήσει } τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς
{NA πρὸς αὐτὸν > αὐτῷ } αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν
{NA μακροθυμῶν > μακροθυμεῖ } ἐπ’ αὐτοῖς;
8
Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν
ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9
¶Εἶπεν δὲ πρός
{NA πρός > καὶ πρός } τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς,
τὴν παραβολὴν ταύτην·
10
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
11
Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ
ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
12
Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
13
Καὶ
{NA Καὶ ὁ > Ὁ δὲ } ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς
{NA εἰς τὸν οὐρανὸν ἐπᾶραι > ἐπᾶραι εἰς τὸν οὐρανόν } τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν
{NA ἔτυπτεν εἰς > ἔτυπτεν } εἰς τὸ στῆθος αὐτοῦ, λέγων, Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14
Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ
{NA ἢ γὰρ ἐκεῖνος > παρ’ ἐκεῖνον } γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15
¶Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν
{NA ἐπετίμησαν > ἐπετίμων } αὐτοῖς.
16
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος
{NA προσκαλεσάμενος αὐτὰ εἶπεν > προσεκαλέσατο αὐτὰ λέγων } αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων
ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
17
Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν
{NA ἐὰν > ἂν } μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18
¶Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
19
Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.
20
Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα
τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
{NA μητέρα σου > μητέρα }
21
Ὁ δὲ εἶπεν, Ταῦτα πάντα ἐφυλαξάμην
{NA ἐφυλαξάμην > ἐφύλαξα } ἐκ νεότητός μου.
{NA μου > - }
22
Ἀκούσας δὲ ταῦτα
{NA ταῦτα > - } ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς,
καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·
{NA οὐρανῷ > [τοῖς] οὐρανοῖς } καὶ δεῦρο, ἀκολούθει μοι.
23
Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο·
{NA ἐγένετο > ἐγενήθη } ἦν γὰρ πλούσιος σφόδρα.
24
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον
{NA περίλυπον γενόμενον > [περίλυπον γενόμενον] } γενόμενον εἶπεν, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται
{NA εἰσελεύσονται > - } εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
{NA θεοῦ > θεοῦ εἰσπορεύονται }
25
Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς
{NA τρυμαλιᾶς ῥαφίδος > τρήματος βελόνης } ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
26
Εἶπον
{NA Εἶπον > Εἶπαν } δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι;
27
Ὁ δὲ εἶπεν, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ἐστιν
{NA ἐστιν παρὰ τῷ θεῷ > παρὰ τῷ θεῷ ἐστιν } παρὰ τῷ θεῷ.
28
Εἶπεν δὲ Πέτρος,
{NA Πέτρος > ὁ Πέτρος } Ἰδού, ἡμεῖς ἀφήκαμεν
{NA ἀφήκαμεν πάντα καὶ > ἀφέντες τὰ ἴδια } πάντα καὶ ἠκολουθήσαμέν σοι.
29
Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς,
{NA γονεῖς > γυναῖκα } ἢ ἀδελφούς, ἢ γυναῖκα,
{NA γυναῖκα > γονεῖς } ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
30
ὃς οὐ
{NA οὐ μὴ ἀπολάβῃ > οὐχὶ μὴ [ἀπο]λάβῃ } μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31
¶Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπεν πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα,
{NA Ἱεροσόλυμα > Ἰερουσαλήμ } καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
32
Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,
33
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
34
Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ
ἐγίνωσκον τὰ λεγόμενα.
35
¶Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
{NA προσαιτῶν > ἐπαιτῶν }
36
ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
37
Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38
Καὶ ἐβόησεν, λέγων, Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με.
39
Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ·
{NA σιωπήσῃ > σιγήσῃ } αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με.
40
Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν
αὐτόν,
41
λέγων,
{NA λέγων > - } Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπεν, Κύριε, ἵνα ἀναβλέψω.
42
Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
43
Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν
ἔδωκεν αἶνον τῷ θεῷ.