Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 18

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 18

1 Μετὰ {Byz Μετὰ > Καὶ μετὰ } ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην· καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. 2 Καὶ ἔκραξεν {Byz ἔκραξεν > ἔκραξεν ἐν } {NA ἔκραξεν > ἔκραξεν ἐν } ἰσχυρᾷ φωνῇ, λέγων, Ἔπεσεν {Byz Ἔπεσεν > Ἔπεσεν ἔπεσεν } {NA Ἔπεσεν > Ἔπεσεν ἔπεσεν } Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, {NA δαιμόνων > δαιμονίων } καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ {NA καὶ μεμισημένου > [καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου] καὶ μεμισημένου } μεμισημένου. 3 Ὅτι ἐκ τοῦ οἴνου {Byz οἴνου τοῦ θυμοῦ > θυμοῦ τοῦ οἴνου } τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπτώκασιν {Byz πεπτώκασιν > πέπωκεν = πεπώκασιν } {NA πεπτώκασιν > πέπωκαν } πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. 4 ¶Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Ἔξελθε {Byz Ἔξελθε > Ἐξέλθετε } {NA Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου > Ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς } ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· 5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν {Byz ἐμνημόνευσεν > ἐμνημόνευσεν αὐτῆς } ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. 6 Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, {Byz ἀπέδωκεν > ἀπέδωκεν ὑμῖν } καὶ διπλώσατε αὐτῇ διπλᾶ {Byz αὐτῇ διπλᾶ > τὰ διπλᾶ } {NA αὐτῇ διπλᾶ > τὰ διπλᾶ } κατὰ {Byz κατὰ > ὡς καὶ αὐτὴ καὶ κατὰ } τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ {Byz ποτηρίῳ > ποτηρίῳ αὐτῆς } ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν. 7 Ὅσα ἐδόξασεν αὐτὴν {Byz αὐτὴν > ἑαυτὴν } καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος· ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. 8 Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ {Byz θάνατος καὶ > θάνατος } πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. 9 Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου. 11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσιν {Byz κλαύσουσιν > κλαίουσιν } {NA κλαύσουσιν > κλαίουσιν } καὶ πενθήσουσιν {Byz πενθήσουσιν > πενθοῦσιν } {NA πενθήσουσιν > πενθοῦσιν } ἐπ’ αὐτῇ, {NA αὐτῇ > αὐτήν } ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι· 12 γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαρίτου, {NA μαργαρίτου > μαργαριτῶν } καὶ βυσσίνου, {Byz βυσσίνου > βύσσου } καὶ πορφυροῦ, {NA πορφυροῦ καὶ σηρικοῦ > πορφύρας καὶ σιρικοῦ } καὶ σηρικοῦ, καὶ κοκκίνου· καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου· 13 καὶ κινάμωμον, {NA κινάμωμον > κιννάμωμον } καὶ θυμιάματα, {NA θυμιάματα > ἄμωμον καὶ θυμιάματα } καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, {Byz καὶ οἶνον > - } καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ πρόβατα, {Byz πρόβατα καὶ κτήνη > κτήνη καὶ πρόβατα } {NA πρόβατα καὶ κτήνη > κτήνη καὶ πρόβατα } καὶ κτήνη· καὶ ἵππων, καὶ ῥαιδῶν, {Byz ῥαιδῶν > ῥεδῶν } {NA ῥαιδῶν > ῥεδῶν } καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14 Καὶ ἡ ὀπώρα {NA ὀπώρα > ὀπώρα σου } τῆς ἐπιθυμίας τῆς ψυχῆς {NA ψυχῆς σου > ψυχῆς } σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο {Byz ἀπώλετο > ἀπῆλθεν } ἀπὸ σοῦ, καὶ οὐκέτι αὐτὰ {Byz αὐτὰ οὐ μὴ εὕρῃς > οὐ μὴ εὑρή[σει]ς αὐτά } {NA αὐτὰ οὐ μὴ εὕρῃς > οὐ μὴ αὐτὰ εὑρήσουσιν } οὐ μὴ εὕρῃς. 15 Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες, 16 καὶ {Byz καὶ λέγοντες > λέγοντες } {NA καὶ λέγοντες > λέγοντες } λέγοντες, Οὐαί, οὐαί, {Byz οὐαί > - } ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ {Byz χρυσίῳ > ἐν χρυσῷ } {NA χρυσίῳ > [ἐν] χρυσίῳ } καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις· {NA μαργαρίταις > μαργαρίτῃ } 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ὁ {Byz ὁ ἐπὶ τόπον > [ὁ] ἐπὶ τῶν πλοίων } ἐπὶ τόπον πλέων, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, 18 καὶ ἔκραζον, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ {NA καὶ λέγοντες > λέγοντες } λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. 20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. 21 ¶Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον {NA μύλον > μύλινον } μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23 καὶ φῶς λύχνου οὐ μὴ φανῇ {NA φανῇ > φάνῃ } ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς· ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη. 24 Καὶ ἐν αὐτῇ αἵματα {NA αἵματα > αἷμα } προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.