Acts 18
1
Μετὰ δὲ
{NA δὲ > - } ταῦτα χωρισθεὶς ὁ Παῦλος
{NA ὁ Παῦλος > - } ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2
Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ
τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ τεταχέναι
{Byz τεταχέναι > διατεταχέναι }
{NA τεταχέναι > διατεταχέναι } Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ
{NA ἐκ > ἀπὸ } τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς·
3
καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενεν παρ’ αὐτοῖς καὶ εἰργάζετο·
{NA εἰργάζετο > ἠργάζετο } ἦσαν γὰρ σκηνοποιοὶ τὴν
{Byz τὴν τέχνην > τῇ τέχνῃ }
{NA τὴν τέχνην > τῇ τέχνῃ } τέχνην.
4
Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5
¶Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι
{NA πνεύματι > λόγῳ } ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν
{NA τὸν > εἶναι τὸν } χριστὸν Ἰησοῦν.
6
Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπεν πρὸς αὐτούς,
Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7
Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν
{NA ἦλθεν > εἰσῆλθεν } εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, {NA27/28 Ἰούστου > Τιτίου Ἰούστου }
{ECM Ἰούστου > Τίτου Ἰούστου } σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8
Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν
Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9
Εἶπεν δὲ ὁ κύριος δι’
{NA δι’ ὁράματος ἐν νυκτὶ > ἐν νυκτὶ δι’ ὁράματος } ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς·
10
διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστίν
μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11
Ἐκάθισέν τε
{NA τε > δὲ } ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12
¶Γαλλίωνος δὲ ἀνθυπατεύοντος
{NA ἀνθυπατεύοντος > ἀνθυπάτου ὄντος } τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ
βῆμα,
13
λέγοντες ὅτι Παρὰ τὸν νόμον οὗτος
{NA οὗτος ἀναπείθει > ἀναπείθει οὗτος } ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
14
Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ
μὲν οὖν
{NA οὖν > - } ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην
{NA ἠνεσχόμην > ἀνεσχόμην } ὑμῶν·
15
εἰ δὲ ζήτημά
{NA ζήτημά > ζητήματά } ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ
{NA γὰρ > - } ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16
Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17
Ἐπιλαβόμενοι δὲ πάντες οἱ
{NA οἱ Ἕλληνες > - } Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων
τῷ Γαλλίωνι ἔμελλεν.
{NA ἔμελλεν > ἔμελεν }
18
¶Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς
τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν
{NA τὴν κεφαλὴν ἐν Κεγχρεαῖς > ἐν Κεγχρεαῖς τὴν κεφαλήν } κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχεν γὰρ εὐχήν.
19
Κατήντησεν
{NA Κατήντησεν > Κατήντησαν } δὲ εἰς Ἔφεσον, καὶ
{Byz καὶ ἐκείνους > κἀκείνους }
{NA καὶ ἐκείνους > κἀκείνους } ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη
{NA διελέχθη > διελέξατο } τοῖς Ἰουδαίοις.
20
Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ’
{NA παρ’ αὐτοῖς > - } αὐτοῖς, οὐκ ἐπένευσεν·
21
ἀλλ’
{NA ἀλλ’ > ἀλλὰ } ἀπετάξατο
{NA ἀπετάξατο αὐτοῖς > ἀποταξάμενος καὶ } αὐτοῖς εἰπών, Δεῖ
{NA Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα > - } με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ
{NA δὲ > - } ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ θεοῦ θέλοντος. Ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22
καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν.
23
Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν,
ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
24
¶Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς
Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25
Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν
ἀκριβῶς τὰ περὶ τοῦ κυρίου,
{NA κυρίου ἐπιστάμενος > Ἰησοῦ ἐπιστάμενος } ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·
26
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας
{NA Ἀκύλας καὶ Πρίσκιλλα > Πρίσκιλλα καὶ Ἀκύλας } καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ
{NA τοῦ θεοῦ ὁδόν > ὁδὸν [τοῦ θεοῦ] } θεοῦ ὁδόν.
27
Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς
μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ
τῆς χάριτος·
28
εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι
τὸν χριστὸν Ἰησοῦν.