Acts 19

1 Ἐγένετο δέ, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν {NA ἐλθεῖν > [κατ]ελθεῖν } εἰς Ἔφεσον· καὶ εὑρών {NA εὑρών > εὑρεῖν } τινας μαθητὰς 2 εἶπεν {NA εἶπεν > εἶπέν τε } πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον {NA εἶπον > - } πρὸς αὐτόν, Ἀλλ’ οὐδὲ {NA οὐδὲ > οὐδ’ } εἰ πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. 3 Εἶπέν τε πρὸς {NA πρὸς αὐτούς > - } αὐτούς, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον, {NA εἶπον > εἶπαν } Εἰς τὸ Ἰωάννου βάπτισμα. 4 Εἶπεν δὲ Παῦλος, Ἰωάννης μὲν {NA μὲν > - } ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ’ ἔστιν, εἰς τὸν χριστὸν {NA χριστὸν > - } Ἰησοῦν. 5 Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 6 Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς {NA τὰς > [τὰς] } χεῖρας, ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. {NA προεφήτευον > ἐπροφήτευον } 7 Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. {NA δεκαδύο > δώδεκα } 8 ¶Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ {NA τὰ > [τὰ] } περὶ τῆς βασιλείας τοῦ θεοῦ. 9 Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. {NA τινός > - } 10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου Ἰησοῦ, {NA Ἰησοῦ > - } Ἰουδαίους τε καὶ Ἕλληνας. 11 Δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει {NA ἐποίει ὁ θεὸς > ὁ θεὸς ἐποίει } ὁ θεὸς διὰ τῶν χειρῶν Παύλου, 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι {NA ἐπιφέρεσθαι > ἀποφέρεσθαι } ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι {NA ἐξέρχεσθαι ἀπ’ αὐτῶν > ἐκπορεύεσθαι } ἀπ’ αὐτῶν. 13 Ἐπεχείρησαν δέ τινες ἀπὸ {NA ἀπὸ > καὶ } τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, λέγοντες, Ὁρκίζομεν {NA Ὁρκίζομεν > Ὁρκίζω } ὑμᾶς τὸν Ἰησοῦν ὃν ὁ {NA ὁ > - } Παῦλος κηρύσσει. 14 Ἦσαν δέ τινες {NA27/28 τινες υἱοὶ Σκευᾶ > τινος Σκευᾶ } {ECM τινες υἱοὶ Σκευᾶ > τινες Σκευᾶ } υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ {NA οἱ > υἱοὶ } τοῦτο ποιοῦντες. 15 Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν, {NA εἶπεν > εἶπεν αὐτοῖς } Τὸν Ἰησοῦν {NA27/28 Ἰησοῦν > [μὲν] Ἰησοῦν } γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ; 16 Καὶ ἐφαλλόμενος {NA ἐφαλλόμενος ἐπ’ αὐτοὺς ὁ ἄνθρωπος > ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς } ἐπ’ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, καὶ {NA καὶ κατακυριεύσαν αὐτῶν > κατακυριεύσας ἀμφοτέρων } κατακυριεύσαν αὐτῶν, ἴσχυσεν κατ’ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17 Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 18 Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι, καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 20 Οὕτως κατὰ κράτος ὁ {NA ὁ λόγος τοῦ κυρίου > τοῦ κυρίου ὁ λόγος } λόγος τοῦ κυρίου ηὔξανεν καὶ ἴσχυεν. 21 ¶Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλήμ, {NA Ἱερουσαλήμ > Ἱεροσόλυμα } εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. 22 Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. 23 ¶Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν {NA ἐργασίαν οὐκ ὀλίγην > οὐκ ὀλίγην ἐργασίαν } οὐκ ὀλίγην· 25 οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν {NA ἡμῶν > ἡμῖν } ἐστιν. 26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27 Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς {NA ἱερὸν Ἀρτέμιδος > Ἀρτέμιδος ἱερὸν } ἱερὸν Ἀρτέμιδος {Byz ἱερὸν Ἀρτέμιδος > Ἀρτέμιδος ἱερὸν } εἰς οὐθὲν λογισθῆναι, μέλλειν δὲ {NA δὲ καὶ > τε καὶ } καὶ καθαιρεῖσθαι τὴν {NA τὴν μεγαλειότητα > τῆς μεγαλειότητος } μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. 28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 29 Καὶ ἐπλήσθη ἡ πόλις ὅλη {NA ὅλη > - } τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. 30 Τοῦ {NA Τοῦ δὲ Παύλου > Παύλου δὲ } δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. 31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν {NA ἕνεκεν > ἕνεκα } συνεληλύθεισαν. 33 Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν {NA προεβίβασαν > συνεβίβασαν } Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34 Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 35 Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος {NA ἄνθρωπος > ἀνθρώπων } ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς {NA θεᾶς > - } Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; 36 Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. 37 Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ὑμῶν. {NA ὑμῶν > ἡμῶν } 38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. 39 Εἰ δέ τι περὶ {NA περὶ ἑτέρων > περαιτέρω } ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ {NA οὗ οὐ > οὗ [οὐ] } οὐ δυνησόμεθα δοῦναι {Byz δοῦναι > ἀποδοῦναι } {NA δοῦναι > ἀποδοῦναι } λόγον {NA λόγον > λόγον περὶ } τῆς συστροφῆς ταύτης. 41 Καὶ ταῦτα εἰπών, ἀπέλυσεν τὴν ἐκκλησίαν.