John 19
1
Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσεν.
2
Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον
πορφυροῦν περιέβαλον αὐτόν,
3
καὶ ἔλεγον,
{NA ἔλεγον > ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον } Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν
{NA ἐδίδουν > ἐδίδοσαν } αὐτῷ ῥαπίσματα.
4
Ἐξῆλθεν
{NA Ἐξῆλθεν οὖν > Καὶ ἐξῆλθεν } οὖν πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι
ἐν
{NA ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω > οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ } αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
5
Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ
λέγει αὐτοῖς, Ἴδε,
{NA Ἴδε > Ἰδού } ὁ ἄνθρωπος.
6
Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον,
σταύρωσον αὐτόν.
{NA αὐτόν. Λέγει > Λέγει } Λέγει αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν
αὐτῷ αἰτίαν.
7
Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν
{NA ἡμῶν > - } ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν
{NA ἑαυτὸν υἱὸν θεοῦ > υἱὸν θεοῦ ἑαυτὸν } υἱὸν θεοῦ ἐποίησεν.
8
Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
9
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς
ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10
Λέγει οὖν αὐτῷ ὁ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί
{NA σταυρῶσαί > ἀπολῦσαί } σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί
{NA ἀπολῦσαί > σταυρῶσαί } σε;
11
Ἀπεκρίθη Ἰησοῦς,
{NA Ἰησοῦς > [αὐτῷ] Ἰησοῦς } Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν
{NA οὐδεμίαν κατ’ ἐμοῦ > κατ’ ἐμοῦ οὐδεμίαν } κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι
{NA σοι δεδομένον > δεδομένον σοι } δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς
{NA παραδιδούς > παραδούς } μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
12
Ἐκ τούτου ἐζήτει
{NA ἐζήτει ὁ Πιλάτος > ὁ Πιλᾶτος ἐζήτει } ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ἔκραζον
{NA ἔκραζον > ἐκραύγασαν } λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν,
ἀντιλέγει τῷ Καίσαρι.
13
Ὁ οὖν Πιλάτος ἀκούσας τοῦτον
{NA τοῦτον τὸν λόγον > τῶν λόγων τούτων } τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ
{NA τοῦ > - } βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ·
14
ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ
{NA δὲ ὡσεὶ > ἦν ὡς } ὡσεὶ
{Byz ὡσεὶ > ὡς } ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.
15
Οἱ
{NA Οἱ δὲ ἐκραύγασαν > Ἐκραύγασαν οὖν ἐκεῖνοι } δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Τὸν βασιλέα ὑμῶν
σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
16
Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. ¶Παρέλαβον δὲ
{NA δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον > οὖν τὸν Ἰησοῦν } τὸν Ἰησοῦν καὶ ἤγαγον·
17
καὶ βαστάζων τὸν
{NA τὸν σταυρὸν αὐτοῦ > ἑαυτῷ τὸν σταυρὸν } σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς
{NA εἰς τόπον > εἰς τὸν } τόπον λεγόμενον Κρανίου Τόπον, ὃς
{NA ὃς > ὃ } λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·
18
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ
τὸν Ἰησοῦν.
19
Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς
ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20
Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως
ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί,
{NA Ἑλληνιστί Ῥωμαϊστί > Ῥωμαϊστί Ἑλληνιστί } Ῥωμαϊστί.
21
Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων·
ἀλλ’ ὅτι Ἐκεῖνος εἶπεν, Βασιλεύς εἰμι τῶν Ἰουδαίων.
22
Ἀπεκρίθη ὁ Πιλάτος, Ὃ γέγραφα, γέγραφα.
23
¶Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν
τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν
ἄνωθεν ὑφαντὸς δι’ ὅλου.
24
Εἶπον
{NA Εἶπον > Εἶπαν } οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ
γραφὴ πληρωθῇ ἡ
{NA ἡ λέγουσα > [ἡ λέγουσα] } λέγουσα, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ,
Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
26
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ,
{NA αὐτοῦ > - } Γύναι, ἰδοὺ
{Byz ἰδοὺ > ἴδε }
{NA ἰδοὺ > ἴδε } ὁ υἱός σου.
27
Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ
{NA Ἰδοὺ > Ἴδε } ἡ μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28
¶Μετὰ τοῦτο ἰδὼν
{NA ἰδὼν > εἰδὼς } ὁ Ἰησοῦς ὅτι πάντα
{NA πάντα ἤδη > ἤδη πάντα } ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.
29
Σκεῦος οὖν
{NA οὖν > - } ἔκειτο ὄξους μεστόν· οἱ
{NA οἱ δέ πλήσαντες > - } δέ, πλήσαντες σπόγγον
{NA σπόγγον > σπόγγον οὖν } ὄξους,
{NA ὄξους καὶ > μεστὸν τοῦ ὄξους } καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30
Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ
{NA ὁ > [ὁ] } Ἰησοῦς, εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.
31
¶Οἱ οὖν Ἰουδαῖοι, ἵνα
{NA ἵνα μὴ > ἐπεὶ Παρασκευὴ ἦν ἵνα μὴ } μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ
{NA ἐπεὶ Παρασκευὴ ἦν > - } Παρασκευὴ ἦν- ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου- ἠρώτησαν τὸν Πιλάτον ἵνα
κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
32
Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος
αὐτῷ·
33
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν
{NA αὐτὸν ἤδη > ἤδη αὐτὸν } ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη·
34
ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ εὐθέως
{NA εὐθέως ἐξῆλθεν > ἐξῆλθεν εὐθὺς } ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
35
Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινή ἐστιν
{Byz ἐστιν αὐτοῦ > αὐτοῦ ἐστιν }
{NA ἐστιν αὐτοῦ > αὐτοῦ ἐστιν } αὐτοῦ ἡ μαρτυρία, κἀκεῖνος
{NA κἀκεῖνος > καὶ ἐκεῖνος } οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ὑμεῖς
{NA ὑμεῖς πιστεύσητε > καὶ ὑμεῖς πιστεύ[ς]ητε } πιστεύσητε.
36
Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ἀπ’
{NA ἀπ’ > - } αὐτοῦ.
37
Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38
¶Μετὰ ταῦτα
{NA ταῦτα > δὲ ταῦτα } ἠρώτησεν τὸν Πιλάτον
{Byz Ἰωσὴφ > ὁ Ἰωσὴφ } Ἰωσὴφ ὁ
{NA ὁ ἀπὸ > [ὁ] ἀπὸ } ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ
{NA ἦρεν τὸ σῶμα τοῦ Ἰησοῦ > ἦρεν τὸ σῶμα αὐτοῦ } Ἰησοῦ.
39
Ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν
{NA τὸν Ἰησοῦν > αὐτὸν } Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς
{Byz ὡς > ὡσεὶ } λίτρας ἑκατόν.
40
Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν
{NA ἐν > - } ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
41
Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω
οὐδεὶς ἐτέθη.
{NA ἐτέθη > ἦν τεθειμένος }
42
Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.