Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Luke : Chapter 19

Luke 1
Luke 2
Luke 3
Luke 4
Luke 5
Luke 6
Luke 7
Luke 8
Luke 9
Luke 10
Luke 11
Luke 12
Luke 13
Luke 14
Luke 15
Luke 16
Luke 17
Luke 18
Luke 19
Luke 20
Luke 21
Luke 22
Luke 23
Luke 24

Luke 19

1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2 Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος {NA οὗτος ἦν > αὐτὸς } ἦν πλούσιος. 3 Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 Καὶ προδραμὼν ἔμπροσθεν {NA ἔμπροσθεν > εἰς τὸ ἔμπροσθεν } ἀνέβη ἐπὶ συκομωραίαν {NA συκομωραίαν > συκομορέαν } ἵνα ἴδῃ αὐτόν· ὅτι ἐκείνης {Byz ἐκείνης > δι’ ἐκείνης } ἔμελλεν {NA ἔμελλεν > ἤμελλεν } διέρχεσθαι. 5 Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν {NA εἶδεν αὐτόν καὶ > - } αὐτόν, καὶ εἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 Καὶ ἰδόντες πάντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8 Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, Ἰδού, τὰ ἡμίση {NA ἡμίση > ἡμίσιά μου } τῶν ὑπαρχόντων μου, {NA μου κύριε > κύριε } κύριε, δίδωμι {NA δίδωμι τοῖς πτωχοῖς > τοῖς πτωχοῖς δίδωμι } τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. 9 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. 10 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. 11 ¶Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν {NA αὐτὸν εἶναι Ἱερουσαλήμ > εἶναι Ἰερουσαλὴμ αὐτόν } εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. 12 Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. 13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, Πραγματεύσασθε ἕως {NA ἕως > ἐν ᾧ } ἔρχομαι. 14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. 15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν {Byz καὶ εἶπεν > εἶπεν } φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς ἔδωκεν {NA ἔδωκεν > δεδώκει } τὸ ἀργύριον, ἵνα γνῷ {NA γνῷ τίς τί διεπραγματεύσατο > γνοῖ τί διεπραγματεύσαντο } τίς τί διεπραγματεύσατο. 16 Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου προσειργάσατο {NA προσειργάσατο δέκα > δέκα προσηργάσατο } δέκα μνᾶς. 17 Καὶ εἶπεν αὐτῷ, Εὖ, {NA Εὖ > Εὖγε } ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, Κύριε, {NA Κύριε ἡ μνᾶ σου > Ἡ μνᾶ σου κύριε } ἡ μνᾶ σου ἐποίησεν πέντε μνᾶς. 19 Εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ γίνου {NA γίνου ἐπάνω > ἐπάνω γίνου } ἐπάνω πέντε πόλεων. 20 Καὶ ἕτερος {NA ἕτερος > ὁ ἕτερος } ἦλθεν, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 Λέγει δὲ {NA δὲ > - } αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα· 23 καὶ διὰ τί οὐκ ἔδωκας τὸ {NA τὸ ἀργύριόν μου > μου τὸ ἀργύριον } ἀργύριόν μου ἐπὶ τράπεζαν, καὶ {NA καὶ ἐγὼ > κἀγὼ } ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα {NA ἔπραξα αὐτό > αὐτὸ ἔπραξα } αὐτό; 24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 25 Καὶ εἶπον {NA εἶπον > εἶπαν } αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς. 26 Λέγω γὰρ {NA γὰρ > - } ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ {NA ἀπ’ αὐτοῦ > - } αὐτοῦ. 27 Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, {NA ἐκείνους > τούτους } τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτούς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν {NA ἔμπροσθέν > αὐτοὺς ἔμπροσθέν } μου. 28 ¶Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29 ¶Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγὴ {Byz Βηθσφαγὴ > Βηθφαγὴ } {NA Βηθσφαγὴ καὶ Βηθανίαν > Βηθφαγὴ καὶ Βηθανία[ν] } καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ, {NA αὐτοῦ > - } 30 εἰπών, {NA εἰπών > λέγων } Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· λύσαντες {NA λύσαντες > καὶ λύσαντες } αὐτὸν ἀγάγετε. 31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ {NA αὐτῷ > - } ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον {NA εἶπον > εἶπαν } οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34 Οἱ δὲ εἶπον, {NA εἶπον > εἶπαν ὅτι } Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες {NA ἐπιρρίψαντες ἑαυτῶν > ἐπιρίψαντες αὐτῶν } ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. 37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες, ¶Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς {NA βασιλεὺς > ὁ βασιλεὺς } ἐν ὀνόματι κυρίου· εἰρήνη {NA εἰρήνη ἐν οὐρανῷ > ἐν οὐρανῷ εἰρήνη } ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις. 39 ¶Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον {NA εἶπον > εἶπαν } πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, {NA αὐτοῖς > - } Λέγω ὑμῖν ὅτι {NA ὅτι > - } ἐὰν οὗτοι σιωπήσωσιν, {NA σιωπήσωσιν > σιωπήσουσιν } οἱ λίθοι κεκράξονται. {NA κεκράξονται > κράξουσιν } 41 ¶Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ’ αὐτῇ, {NA αὐτῇ > αὐτήν } 42 λέγων ὅτι Εἰ ἔγνως καὶ {NA καὶ σύ καί γε > - } σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου {NA σου ταύτῃ > ταύτῃ καὶ σὺ } ταύτῃ, τὰ πρὸς εἰρήνην {NA εἰρήνην σου > εἰρήνην } σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ περιβαλοῦσιν {NA περιβαλοῦσιν > παρεμβαλοῦσιν } οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσίν σε, καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν {NA ἐν σοὶ λίθον ἐπὶ λίθῳ > λίθον ἐπὶ λίθον ἐν σοί } σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. 45 ¶Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν {NA ἐν αὐτῷ καὶ ἀγοράζοντας > - } αὐτῷ καὶ ἀγοράζοντας, 46 λέγων αὐτοῖς, Γέγραπται, Ὁ {NA Ὁ > Καὶ ἔσται ὁ } οἶκός μου οἶκος προσευχῆς ἐστίν· {NA ἐστίν > - } ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.