Matt 19
1
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας,
καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
2
Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
3
Καὶ προσῆλθον αὐτῷ οἱ
{NA οἱ > - } Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ,
{NA αὐτῷ Εἰ > Εἰ } Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
4
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,
{NA αὐτοῖς > - } Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας
{NA ποιήσας > κτίσας } ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς,
5
καὶ εἶπεν, Ἕνεκεν
{NA Ἕνεκεν > Ἕνεκα } τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα
{Byz πατέρα > πατέρα αὐτοῦ } καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται
{Byz προσκολληθήσεται > κολληθήσεται }
{NA προσκολληθήσεται > κολληθήσεται } τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;
6
Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
7
Λέγουσιν αὐτῷ, Τί οὖν Μωσῆς
{NA Μωσῆς > Μωϋσῆς } ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν;
{NA αὐτήν > [αὐτήν] }
8
Λέγει αὐτοῖς ὅτι Μωσῆς
{NA Μωσῆς > Μωϋσῆς } πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς
δὲ οὐ γέγονεν οὕτως.
9
Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην,
μοιχᾶται· καὶ
{NA καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται > - } ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
10
Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,
{NA αὐτοῦ > [αὐτοῦ] } Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
11
Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον,
{NA τοῦτον > [τοῦτον] } ἀλλ’ οἷς δέδοται.
12
Εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι,
οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς
διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.
13
¶Τότε προσηνέχθη
{NA προσηνέχθη > προσηνέχθησαν } αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν
αὐτοῖς.
14
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων
ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
15
Καὶ ἐπιθεὶς αὐτοῖς
{NA αὐτοῖς τὰς χεῖρας > τὰς χεῖρας αὐτοῖς } τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν.
16
Καὶ ἰδού, εἷς προσελθὼν εἶπεν
{NA εἶπεν αὐτῷ > αὐτῷ εἶπεν } αὐτῷ, Διδάσκαλε ἀγαθέ,
{NA ἀγαθέ > - } τί ἀγαθὸν ποιήσω, ἵνα ἔχω
{NA ἔχω > σχῶ } ζωὴν αἰώνιον;
17
Ὁ δὲ εἶπεν αὐτῷ, Τί με λέγεις
{NA λέγεις ἀγαθόν > ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ } ἀγαθόν; Οὐδεὶς
{NA Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός > Εἷς ἐστιν ὁ ἀγαθός } ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν,
{NA εἰσελθεῖν εἰς τὴν ζωήν > εἰς τὴν ζωὴν εἰσελθεῖν } τήρησον τὰς ἐντολάς.
18
Λέγει αὐτῷ, Ποίας; Ὁ δὲ Ἰησοῦς εἶπεν, Τὸ Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις·
οὐ ψευδομαρτυρήσεις·
19
τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
20
Λέγει αὐτῷ ὁ νεανίσκος, Πάντα ταῦτα ἐφυλαξάμην
{NA ἐφυλαξάμην ἐκ νεότητός μου > ἐφύλαξα } ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
21
Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς
πτωχοῖς,
{NA πτωχοῖς > [τοῖς] πτωχοῖς } καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·
{NA οὐρανῷ > οὐρανοῖς } καὶ δεῦρο, ἀκολούθει μοι.
22
Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23
¶Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως
{NA δυσκόλως πλούσιος > πλούσιος δυσκόλως } πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
24
Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον
εἰς
{NA εἰς > εἰσελθεῖν εἰς } τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
{NA εἰσελθεῖν > - }
25
Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ
{NA αὐτοῦ > - } ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι;
26
Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ
πάντα δυνατά.
{Byz δυνατά > δυνατά ἐστιν }
27
Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν
σοι· τί ἄρα ἔσται ἡμῖν;
28
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ
ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε
{NA καθίσεσθε > καθήσεσθε } καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
29
Καὶ πᾶς ὃς
{NA ὃς > ὅστις } ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ
{NA ἢ γυναῖκα > - } γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται,
{NA λήψεται > λήμψεται } καὶ ζωὴν αἰώνιον κληρονομήσει.
30
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.