Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 19

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 19

1 Μετὰ {Byz Μετὰ > Καὶ μετὰ } ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ, λεγόντων, Ἁλληλούϊα· ἡ σωτηρία καὶ ἡ δύναμις {NA δύναμις καὶ ἡ δόξα > δόξα καὶ ἡ δύναμις } καὶ ἡ δόξα τοῦ θεοῦ ἡμῶν· 2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρεν {NA διέφθειρεν > ἔφθειρεν } τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς {Byz χειρὸς > τῆς χειρὸς } αὐτῆς. 3 Καὶ δεύτερον εἴρηκεν, {NA εἴρηκεν > εἴρηκαν } Ἁλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4 Καὶ ἔπεσον {Byz ἔπεσον > ἔπεσαν } {NA ἔπεσον > ἔπεσαν } οἱ πρεσβύτεροι οἱ εἴκοσι {Byz εἴκοσι τέσσαρες > —ΚΔ } τέσσαρες, καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τοῦ {Byz τοῦ θρόνου > τῷ θρόνῳ } {NA τοῦ θρόνου > τῷ θρόνῳ } θρόνου, λέγοντες, Ἀμήν· Ἁλληλούϊα. 5 Καὶ φωνὴ ἀπὸ {Byz ἀπὸ > ἐκ } τοῦ θρόνου ἐξῆλθεν, λέγουσα, Αἰνεῖτε τὸν {NA τὸν θεὸν > τῷ θεῷ } θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ {NA καὶ οἱ φοβούμενοι > [καὶ] οἱ φοβούμενοι } οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. 6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λέγοντες, {Byz λέγοντες > λεγόντων = λέγοντας } {NA λέγοντες > λεγόντων } Ἁλληλούϊα· ὅτι ἐβασίλευσεν κύριος ὁ θεὸς ἡμῶν {NA ἡμῶν > [ἡμῶν] } ὁ παντοκράτωρ. 7 Χαίρωμεν καὶ ἀγαλλιώμεθα, {NA ἀγαλλιώμεθα καὶ δῶμεν > ἀγαλλιῶμεν καὶ δώσωμεν } καὶ δῶμεν τὴν δόξαν αὐτῷ· ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. 8 Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καὶ {NA καὶ καθαρόν > καθαρόν } καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. 9 Καὶ λέγει μοι, Γράψον, Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ {Byz τοῦ θεοῦ εἰσιν > εἰσιν τοῦ θεοῦ } θεοῦ εἰσιν. 10 Καὶ ἔπεσα {Byz ἔπεσα > ἔπεσον } ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ {NA τοῦ > - } Ἰησοῦ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας. 11 ¶Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, {NA ἀνεῳγμένον > ἠνεῳγμένον } καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτόν, καλούμενος {NA καλούμενος > [καλούμενος] } πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ {NA φλὸξ > [ὡς] φλὸξ } πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων ὀνόματα {NA ὀνόματα γεγραμμένα καὶ > - } γεγραμμένα καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι· καὶ καλεῖται {Byz καλεῖται > κέκληται } {NA καλεῖται > κέκληται } τὸ ὄνομα αὐτοῦ, Ὁ λόγος τοῦ θεοῦ. 14 Καὶ τὰ στρατεύματα τὰ {Byz τὰ ἐν > ἐν } {NA τὰ ἐν > [τὰ] ἐν } ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ {NA ἐπὶ > ἐφ’ } ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. 15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομος {NA δίστομος > - } ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων. 17 ¶Καὶ εἶδον ἄγγελον {Byz ἄγγελον > ἕνα ἄγγελον } {NA ἄγγελον > ἕνα ἄγγελον } ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξεν φωνῇ {NA φωνῇ > [ἐν] φωνῇ } μεγάλῃ, λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, Δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον τὸ {Byz τὸ δεῖπνον τὸ μέγα τοῦ > τὸν δεῖπνον τὸν μέγαν τοῦ = τὸ δεῖπνον τοῦ μεγάλου } μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν {Byz μικρῶν τε > μικρῶν } {NA μικρῶν τε > μικρῶν } τε καὶ μεγάλων. 19 ¶Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμον {NA πόλεμον > τὸν πόλεμον } μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ ὁ {Byz ὁ μετ’ αὐτοῦ > μετ’ αὐτοῦ ὁ } {NA ὁ μετ’ αὐτοῦ > μετ’ αὐτοῦ ὁ } μετ’ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν {NA τὴν καιομένην > τῆς καιομένης } καιομένην ἐν θείῳ· {Byz θείῳ > τῷ θείῳ } 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.