Acts 20
1
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, προσκαλεσάμενος
{NA προσκαλεσάμενος > μεταπεμψάμενος } ὁ Παῦλος τοὺς μαθητάς, καὶ ἀσπασάμενος,
{NA ἀσπασάμενος > παρακαλέσας ἀσπασάμενος } ἐξῆλθεν πορευθῆναι
{NA πορευθῆναι > πορεύεσθαι } εἰς τὴν
{NA τὴν > - } Μακεδονίαν.
2
Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.
3
Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ
{NA αὐτῷ ἐπιβουλῆς > ἐπιβουλῆς αὐτῷ } ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη
{NA γνώμη > γνώμης } τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
4
Συνείπετο δὲ αὐτῷ ἄχρι
{NA ἄχρι τῆς Ἀσίας Σώπατρος > Σώπατρος Πύρρου } τῆς Ἀσίας Σώπατρος Βεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος
Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος.
5
Οὗτοι προσελθόντες {NA27/28 προσελθόντες > δὲ προελθόντες }
{ECM προσελθόντες > δὲ προσελθόντες } ἔμενον ἡμᾶς ἐν Τρῳάδι.
6
Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς
εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, οὗ {NA27/28 οὗ > ὅπου } διετρίψαμεν ἡμέρας ἑπτά.
7
¶Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων τῶν
{NA τῶν μαθητῶν > ἡμῶν } μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν
τε τὸν λόγον μέχρι μεσονυκτίου.
8
Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι.
9
Καθήμενος
{NA Καθήμενος > Καθεζόμενος } δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου
τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ
ἤρθη νεκρός.
10
Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν εἶπεν, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ
αὐτοῦ ἐν αὐτῷ ἐστιν.
11
Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον
{NA ἄρτον > τὸν ἄρτον } καὶ γευσάμενος, ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
12
Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13
¶Ἡμεῖς δέ, προσελθόντες
{NA προσελθόντες > προελθόντες } ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς
{NA εἰς τὴν > ἐπὶ τὴν } τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ ἦν
{NA ἦν διατεταγμένος > διατεταγμένος ἦν } διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν.
14
Ὡς δὲ συνέβαλεν
{NA συνέβαλεν > συνέβαλλεν } ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην.
15
Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ
{NA ἀντικρὺ > ἄντικρυς } Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· καὶ
{NA καὶ μείναντες ἐν Τρωγυλλίῳ > - } μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ
{NA ἐχομένῃ > δὲ ἐχομένῃ } ἤλθομεν εἰς Μίλητον.
16
Ἔκρινεν
{NA Ἔκρινεν > Κεκρίκει } γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ·
ἔσπευδεν γάρ, εἰ δυνατὸν ἦν
{NA ἦν > εἴη } αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17
¶Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18
Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς, ¶Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’
ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19
δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν
{NA πολλῶν > - } δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
20
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ
καὶ κατ’ οἴκους,
21
διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς τὸν
{NA τὸν θεὸν > θεὸν } θεὸν μετάνοιαν, καὶ πίστιν τὴν
{NA πίστιν τὴν > πίστιν } εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν.
{ECM Ἰησοῦν > Ἰησοῦν Χριστόν }
22
Καὶ νῦν ἰδού, ἐγὼ
{NA ἐγὼ δεδεμένος > δεδεμένος ἐγὼ } δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
23
πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται λέγον
{NA λέγον > μοι λέγον } ὅτι δεσμά με
{NA με καὶ θλίψεις > καὶ θλίψεις με } καὶ θλίψεις μένουσιν.
24
Ἀλλ’ οὐδενὸς λόγον
{NA λόγον > λόγου } ποιοῦμαι, οὐδὲ
{NA οὐδὲ ἔχω > - } ἔχω τὴν ψυχήν
{NA ψυχήν μου > ψυχὴν } μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ
{NA μετὰ χαρᾶς > - } χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον
τῆς χάριτος τοῦ θεοῦ.
25
Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον
κηρύσσων τὴν βασιλείαν τοῦ
{NA τοῦ θεοῦ > - } θεοῦ.
26
Διότι
{Byz Διότι > Διὸ } μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς ἐγὼ
{NA ἐγὼ > εἰμι } ἀπὸ τοῦ αἵματος πάντων.
27
Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν
{NA ὑμῖν > - } πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ.
{NA θεοῦ > θεοῦ ὑμῖν }
28
Προσέχετε οὖν
{NA οὖν > - } ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν
τὴν ἐκκλησίαν τοῦ κυρίου
{NA κυρίου καὶ > - } καὶ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου
{NA ἰδίου αἵματος > αἵματος τοῦ ἰδίου } αἵματος.
29
Ἐγὼ γὰρ
{NA γὰρ οἶδα τοῦτο > οἶδα } οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι
τοῦ ποιμνίου·
30
καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς
ὀπίσω αὐτῶν.
31
Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων
νουθετῶν ἕνα ἕκαστον.
32
Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί,
{NA ἀδελφοί > - } τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι,
{NA ἐποικοδομῆσαι > οἰκοδομῆσαι } καὶ δοῦναι ὑμῖν
{NA ὑμῖν > τὴν } κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33
Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα.
34
Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες
αὗται.
35
Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν
τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
36
¶Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37
Ἱκανὸς δὲ ἐγένετο
{NA ἐγένετο κλαυθμὸς > κλαυθμὸς ἐγένετο } κλαυθμὸς πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
38
ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν.
Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.